Κυριακή, 29 Μαρτίου 2015

ΚΥΡΙΛΛΟΥ ΛΑΥΡΙΩΤΟΥ: ΣΥΝΑΞΑΡΙΟΝ ΣΑΒΒΑΤΟΥ ΤΗΣ ΑΚΑΘΙΣΤΟΥ


web statistics

ΠΗΓΗ.ΑΓΙΟΡΕΙΤΙΚΟΣ ΛΟΓΟΣ

Κώδ. Σκήτης Καυσοκαλυβίων 107 (φ. 42β)      
                    
                                  Τῷ Σαββάτῳ τῆς Ἀκαθίστου.

  Τῇ αὐτῇ ἡμέρᾳ, κατά τοῦτο τό πέμπτον Σάββατον τῆς τεσσαρακονθημέρου ταύτης πανσέπτου νηστείας, ψάλλομεν τόν ἀκάθιστον ὕμνον.
            Στίχοι: Ὕμνοις ἀΰπνοις εὐχαρίστως ἡ ποίμνη,
                           ἐν μάχαις ἄϋπνον ὑμνεῖ προστάτιν.
   
    πειδή πᾶσα πόλις, πᾶσα χώρα, πᾶσα μονή καί πᾶς ἄνθρωπος καταπολλά χρειάζεται τήν βοήθειαν καί ὑπεράσπισιν τῆς κυρίας καί δεσποίνης Θεοτόκου, καί χωρίς τῆς βοηθείας αὐτῆς, οὐαί ἡμῖν, διά τοῦτο, ἐν  τούτῳ τῷ Σαββάτῳ ἐπικαλούμεθα τήν βοήθειαν αὐτῆς καί ὁλονυκτίως δεόμεθα καί παρακαλοῦμεν αὐτήν τήν κυρίαν ἡμῶν Θεοτόκον, ἵνα βοηθῇ ἡμῖν, ἵνα ἔχῃ ἡμᾶς ὑπό τήν ἀντίληψιν, ὑπό τήν βοήθειαν καί ὑπό τήν ὑπεράσπισίν της. Καί οὐ μόνον ἡμᾶς, ἀλλά καί πᾶσαν πόλιν καί χώραν καί πᾶσαν μονήν, ὅλους δηλονότι τούς εὐσεβεῖς καί ὀρθοδόξους χριστιανούς, ὅσοι ταύτην μετά πίστεως ἐπικαλοῦνται. Καί βέβαιοι ἐσμέν, ἵνα ἐάν ταύτην καθώς ἁρμόζει ἐπικαλῶμεν εἰς βοήθειαν ἡμῶν, εὐθύς ὑπακούει εἰς τήν δέησιν καί πληροῖ τά αἰτήματα τῶν ψυχῶν ἡμῶν, καθώς πάλαι ποτέ ὑπήκουσεν τάς δεήσεις τῶν ταύτην ἐπικαλουμένων χριστιανῶν ἐν τῷ καιρῷ τοῦ βασιλέως Ἡρακλείου, ἐλευθερώσασα μέν αὐτούς τῆς τῶν ἐχθρῶν ἐπιδρομῆς, τούς δέ ἐχθρούς καταποντώσασα καί καταπνίξασα ἐν τῷ βυθῷ τῆς θαλάσσης. Ταῖς σῆς μητρός σου πρεσβεί // (φ. 43 α) αι Χριστέ ὁ Θεός ἡμῶν, τῆς μόνης ἀκαταισχύντου προστασίας, καί βεβαίας ἐλπίδος ἡμῶν, κατάβαλαι τούς ἐχθρούς ἡμῶν ὁρατούς καί νοητούς καί ἐλέησον ἡμᾶς ὡς ἀγαθός καί φιλάνθρωπος. Ἀμήν.


Ἀπόσπασματα ἀπό τή μελέτη:
Παταπίου μοναχοῦ Καυσοκαλυβίτου, «Ὁ ἁγιορείτης λόγιος Κύριλλος Λαυριώτης καί τά ἀνέκδοτα Συναξάρια τοῦ Τριωδίου καί τοῦ Πεντηκοσταρίου. Συμβολή στή μελέτη τοῦ ἔργου του», Γρηγόριος ὁ Παλαμᾶς 844 (2012) 27-72.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου