Κυριακή, 24 Ιουλίου 2016

ΑΓΙΑΣ ΑΝΝΗΣ ΚΟΙΜΗΣΙΣ ΑΚΟΛΟΥΘΙΑ


web statistics
ΙΟΥΛΙΟΣ ΚΕ΄!!



ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Νόμου δικαιώματα, διατηροῦσα ἀλώβητα, καὶ Θεῷ Παντοκράτορι, ἀμέμπτως δουλεύουσα, ἠξιώθης Ἄννα, μήτηρ χρηματίσαι, τῆς κατὰ σάρκα τὸν Χριστόν, ἀποτεκούσης Ἁγνῆς Θεόπαιδος· μεθ’ ἧς σε μακαρίζομεν, καὶ τὴν ἁγίαν σου κοίμησιν, γεγηθότι φρονήματι, ἑορτάζομεν σήμερον.

Ζωῆς τὸ παλάτιον, Ἄννα θεόφρον κυήσασα, πρὸς ζωὴν μεταβέβηκας, τὴν ὄντως ἀκήρατον, καὶ συναγελάζῃ, χορῷ τῶν Δικαίων, κατατρυφῶσα δαψιλῶς, τῆς τοῦ Δεσπότου ἀγαλλιάσεως· διό σου τὴν μετάστασιν, θεοπρεπῶς ἑορτάζομεν, καὶ πιστῶς σε γεραίρομεν, εὐσεβούντων συστήματα.

Πύλην τὴν οὐράνιον, Ἄννα θεόφρον κυήσασα, πρὸς οὐράνιον σκήνωσιν, ἀνέδραμες ἔνδοξε, καὶ τῆς θείας δόξης, νῦν ἐπαπολαύεις, ἧς καὶ ἡμᾶς τοὺς τὴν σεπτήν, πανηγυρίζοντας ἐκδημίαν σου, πρεσβείαις σου ἀξίωσον, παθῶν τὸν ζόφον σκεδάζουσα, καὶ δεινῶν περιστάσεων, τὴν ἀχλὺν ἐκδιώκουσα.

ᾌσμασιν ὑμνήσωμεν, χαρμονικῶς ὦ φιλέορτοι, καὶ πιστῶς μακαρίσωμεν, τὴν πάνσεπτον κοίμησιν, Ἄννης τῆς Ἁγίας, ἐξ ἧς ἐγεννήθη, ἡ σωτηρία τῶν βροτῶν, καὶ ἡ τοῦ γένους παντὸς ἀνάκλησις, καὶ ταύτῃ ἐκβοήσωμεν· Θεοπρομῆτορ πανσέβαστε, σαῖς εὐχαῖς ἡμᾶς λύτρωσαι, τοῦ πυρὸς τῆς κολάσεως.

Δόξα. Καὶ νῦν. Ἦχος β΄.
Θεοπρεπῶς ἐν νόμῳ ἐμπρέπουσα, καὶ τὸν Θεὸν θεραπεύουσα, ἠκιώθης τεκεῖν ἐν γήρατι, τὴν τεκοῦσαν τὴν πηγὴν τῆς ζωῆς, Ἄννα παμμακάριστε· ὡς γὰρ θυσίαν μυστικήν, τὰς τοῦ βίου σου πράξεις, Κύριος Σαβαὼθ προσεδέξατο· διὸ ἡ ζωή σου μακαρία ὤφθη, καὶ ἡ κοίμησις ἔνδοξος· πρὸς γὰρ τὴν ὄντως ζωὴν μεθέστηκας, ὑπὲρ ἡμῶν πρεσβεύουσα, σὺν Ἰωακεὶμ τῷ σῷ κλεινῷ συνεύνῳ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε οἱ γηγενεῖς, στησώμεθα χορείαν, ἐν τῇ ἐνδόξῳ μνήμῃ, Ἰωακεὶμ καὶ Ἄννης, αὐτοὺς φαιδρῶς γεραίροντες.

Στ.: Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσι.
Χαίροις ἡ νοητή, χελιδὼν ἡ τὸ ἔαρ, Ἄννα Χριστοῦ Προμῆτορ, τῆς χάριτος τῆς θείας, τῷ κόσμῳ προμηνύσασα.

Στ.: Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.
Αἶνον πάντες Θεῷ, προσοίσωμεν συμφώνως, τὴν τῶν Δικαίων μνήμην, Ἰωακεὶμ καὶ Ἄννης, ἐνθέως ἑορτάζοντες.

Δόξα. Τριαδικόν.
Πάτερ σὺν τῷ Υἱῷ, καὶ Πνεύματι τῷ θείῳ, Τριὰς ὑπεραγία, λιταῖς τῶν Προπατόρων, ἐλέησον τὸν κόσμον Σου.
Καὶ νῦν. Θεοτοκίον.
Μόνη Χριστιανῶν, ἐλπὶς ἁγνὴ Παρθένε, σὺν τοῖς γεννήτορσί Σου, δυσώπει τὸν Υἱόν Σου, ὑπὲρ οἰκείων δούλων Σου.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ζωὴν τὴν κυήσασαν, ἐκυοφόρησας, ἁγνὴν Θεομήτορα, θεόφρον Ἄννα· διὸ πρὸς λῆξιν οὐράνιον, ἔνθα εὐφραινομένων, κατοικία ἐν δόξῃ, χαίρουσα νῦν μετέστης, τοῖς τιμῶσί σε πόθῳ, πταισμάτων αἰτουμένη, ἱλασμὸν ἀειμακάριστε. 

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Μνήμην τελοῦντες Δικαίων, τῶν Προπατόρων Χριστοῦ, Ἰωακεὶμ καὶ Ἄννης, τῶν φαιδρῶν καὶ ἁγίων, δοξάζομεν ἀπαύστως, ᾠδαῖς μυστικαῖς, τὸν οἰκτίρμονα Κύριον, τὸν ἀναδείξαντα τούτους εἰς τὴν ἡμῶν, σωτηρίαν ἀκλινεῖς πρεσβευτάς.

Ἡ πρώην ἄγονος στεῖρα, ἡ ἐκβλαστήσασα, τὴν ἀπαρχὴν τοῦ γένους, τῆς ἡμῶν σωτηρίας, σήμερον μετέστη πρὸς τὴν ζωήν, τὴν ἐκεῖθεν αἰτοῦσα Χριστόν, τοῦ δωρηθῆναι πταισμάτων τὸν ἱλασμόν, τοῖς ἐν πίστει ἀνυμνοῦσιν αὐτόν.

Μνήμην Δικαίων τελοῦντες, σὲ ἀνυμνοῦμεν Χριστέ, τὸν παραδόξως Ἄνναν, ἐκ ζωῆς τῆς προσκαίρου, πρὸς ἄληκτον καὶ θείαν, μεταστήσαντα νῦν, ὡς Μητέρα ὑπάρχουσαν, τῆς σὲ τεκούσης ἀσπόρως ὑπερφυῶς, Θεοτόκου καὶ Παρθένου Μητρός.

Ἕτερα. Ἦχος α'. Ὢ τοῦ παραδόξου θαύματος.
Ἴδε φωταυγὴς πανήγυρις, καὶ φαιδρὰ ἡμέρα, καὶ κοσμοχαρμόσυνος, ἡ κοίμησις ἡ σεπτὴ καὶ ἀξιέπαινος, τῆς Ἄννης τῆς εὐκλεοῦς, ἐξ ἧς ἐτέχθη Ζωὴν ἡ κυήσασα, ἡ ἔμψυχος Κιβωτός, ἡ τὸν ἀχώρητον Λόγον χωρήσασα, ἡ τῆς ἀθυμίας λύσις, καὶ χαρὰς ἡ πρόξενος, ἡ παρέχουσα πᾶσι, τοῖς πιστοῖς τὸ μέγα ἔλεος.

Ὢ τοῦ παραδόξου θαύματος! ἡ ζωῆς τὴν πηγήν, θαυμαστῶς κυήσασα, τὴν μόνην ἐν γυναιξίν, εὐλογημένην Ἁγνήν, μεθίσταται ἐκ ζωῆς, τῆς ἐπικήρου πρὸς τὴν ἀτελεύτητον, ἡ Ἄννα ἡ εὐκλεής, γῆθεν ἀρθεῖσα πρὸς τὰ οὐράνια, συνευφραινομένη δήμοις, τῶν Ἀγγέλων σήμερον, ἧσπερ νῦν τὴν ἁγίαν, ἑορτάζομεν πανήγυριν.

Σήμερον φαιδρὰν πανήγυριν, τῶν πιστῶν χορεῖαι, τῇ σεπτῇ κοιμήσει σου, τελοῦμεν πανευλαβῶς, ἐν θείῳ Πνεύματι· ἐφέστηκε γὰρ ἡμῖν, τῶν ἰαμάτων ἀστράπτουσα χάριτας, καὶ φλέγουσα πονηρά, ἐν ἀερίων πνευμάτων συστήματα, καὶ φωταγωγοῦσα φρένας, τῶν πιστῶς ὑμνούντων σου, ἀξιάγαστε, Ἄννα, τὴν σεβάσμιον μετάστασιν.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ'. Ἀνατολίου
Οἱ ἐξ ἀκάρπων λαγόνων, ῥάβδον ἁγίαν τὴν Θεοτόκον βλαστήσαντες, ἐξ ἧς ἡ σωτηρία τῷ κόσμῳ ἀνέτειλε, Χριστὸς ὁ Θεός, τὸ ζεῦγος τὸ ἄμωμον, ἡ ξυνωρὶς ἡ ἁγία, Ἰωακεὶμ καὶ Ἄννα· οὗτοι μεταστάντες πρὸς οὐρανίους σκηνάς, σὺν τῇ αὐτῶν θυγατρί, ὑπεραχράντῳ Παρθένῳ, μετ' Ἀγγέλων χορεύουσιν, ὑπὲρ τοῦ κόσμου πρεσβείαν ποιούμενοι, οὓς καὶ ἡμεῖς συνελθόντες, εὐσεβῶς ὑμνοῦντες λέγομεν· οἱ διὰ τῆς θεόπαιδος καὶ πανάγνου Μαρίας, προπάτορες Χριστοῦ χρηματίσαντες, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε, μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν, αὐτούς, καὶ ὡς ὁλοκαρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτὸν συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 4, 7-15)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.



Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α'
Τὴν ἀπαρχὴν τῆς ἡμῶν σωτηρίας, φαιδρῶς ἡ γεννήσασα, σήμερον ἐκ γῆς μεθίσταται, Ἄννα ἡ πανσεβάσμιος. Δεῦτε οὖν φιλέορτοι καὶ φιλόχριστοι, τὰ τῶν ᾀσμάτων ἄνθη ἀναλαβόντες, πρὸς αὐτὴν ἀνακράξωμεν· Σῶφρον Ἄννα, μακαρία ἡ κοιλία σου, ἡ τὴν Μητέρα τοῦ Θεοῦ Λόγου βαστάσασα· καὶ οἱ μαστοί σου ὡραῖοι, οἷς αυτὴν ἐθήλασας· καὶ γὰρ αὕτη τεκοῦσα ἀσπόρως τὸν ζωοδότην, σὺν αὐτῷ ἠξίωται βασιλεύειν, καὶ σὲ νῦν μεταστήσας, πρὸς ἄληκτον καὶ θείαν ζωήν, τῇ Μητρὶ αὐτοῦ οἰκεῖν καὶ συναγάλλεσθαι κατηξίωσεν. Ὅθεν δυσωποῦμέν σε, οἱ τελοῦντες τὴν μνήμην σου πιστῶς, σὺν αὐτῇ πρεσβεύειν, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος β'
Δεῦτε φιλοπάρθενοι πάντες, καὶ τῆς ἁγνείας ἐρασταί, δεῦτε ἑορτάσωμεν Ἄννης τὴν σεβάσμιον κοίμησιν· καὶ γὰρ ἔτεκεν ὑπερφυῶς τὴν πηγὴν τῆς ζωῆς, Μαρίαν τήν θεόπαιδα, ἐξ ἧς ἐτέχθη ὁ Λυτρωτής, ὁ φωτίζων, καὶ ἁγιάζων τὰς ψυχὰς ἡμῶν.

Ὁ αὐτός
Τίς ὁ δῆμος τῶν συναθροισθέντων παραγίνεται, ἐν τῷ πανσέπτῳ ναῷ τῶν Προπατόρων εὐλαβῶς; συγχάρητε κραυγάζοντες, μερόπων γένος σήμερον, ὅτι ἡ Ἄννα ἀπὸ γῆς μεθίσταται πρὸς Κύριον, αὐτῷ παρεστῶσα, καὶ ἡμῖν αἰτοῦσα τοῦ δοθῆναι ἱλασμόν, τοῖς πίστει τελοῦσι ταύτης τὴν κοίμησιν.

Ἦχος δ'.
Δεῦτε ἅπαντες πιστοί, τὴν τῶν Δικαίων μνήμην φαιδρῶς ἑορτάσωμεν, Ἰωακεὶμ καὶ Ἄννης τῶν Προπατόρων σήμερον, ὅτι ἔτεκον ὑμῖν τὴν Μητέρα τοῦ Σωτῆρος, Μαρίαν τὴν ἀμώμητον. Ὅθεν πρὸς αὐτοὺς ἀνακράξωμεν· Ζεῦγος ἁγιόλεκτον, ξυνωρὶς ἁγία καὶ Θεοτίμητε, τὸν ἐκ τῆς ὀσφύος ὑμῶν ἀνατείλαντα Χριστον τὸν Θεόν, αὐτὸν ἱκετεύσατε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. α'
Ὦ μακαρία δυάς, ὑμεῖς πάντων γεννητόρων ὑπερήρθητε, ὅτι τὴν τῆς κτίσεως πάσης ὑπερέχουσαν ἐβλαστήσατε, ὄντως μακάριος εἶ Ἰωακείμ, τοιαύτης παιδὸς χρηματίσας πατήρ. Μακαρία ἡ μήτρα σου Ἄννα, ὅτι τὴν Μητέρα τῆς ζωῆς ἡμῶν ἐβλάστησας. Μακάριοι οἱ μαστοί, οἷς ἐθήλασας τὴν γαλακτοτροφήσασαν τὸν τρέφοντα πᾶσαν πνοήν, ὃν δυσωπεῖν ἡμᾶς παμμακάριστοι αἰτούμεθα, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν ἀληθῶς.
Χαίροις ἡ νοητὴ χελιδών, ἔαρ τῆς χάριτος ἡμῖν ἡ γνωρίσασα, ἀμέμπτως ἐν σωφροσύνῃ βιωσαμένη καλῶς, καὶ τῆς παρθενίας τὸ κειμήλιον σεμνῶς ὠδινήσασα, Θεοτόκον τὴν ἄμωμον, Ἀμνὰς τιμία, ἡ κυήσασα δάμαλιν, τὸν ἐξαίροντα, ἀμνὸν κόσμου τὰ πταίσματα, Λόγον λόγῳ γεννήσασαν, τὴν μόνην ἀπείρανδρον, Ἄννα προμῆτορ Κυρίου, τοῦ σὲ ἐκ γῆς μεταστήσαντος, ὃν νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ὑμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στίχ. Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.
Χαίροις πεποθημένη Θεῷ, ἐκλελεγμένη ἁγιότητος, λάμψεσι, τοῦ νόμου δυὰς τιμία, ἡ τὰς ἐμφάσεις καλῶς, ἐν τῇ θείᾳ χάριτι μεθαρμόσασα, Χριστὸν τὴν τεκοῦσαν, τὸν ἀρχηγὸν τῆς ζωῆς ἡμῶν, αὐτοὶ τεκόντες, Ἰωακεὶμ ὁ θεόληπτος, καὶ ἡ ἔνθεος, Ἄννα ἡ πανσεβάσμιος, λύχνοι οἱ ἀνατείλαντες, λαμπάδα τὴν ἄσκιον, οἱ εὐθηνοῦντες τὴν χάριν, τὴν Θεοτόκον τὴν ἄχραντον, μεθ' ἧς δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στίχ. Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.
Χαίροις εὐλογημένη ἡ γῆ, ἡ τὴν θεόβλαστον τῷ κόσμῳ ἀνθήσασα, ἡ νόμῳ ἀδιαλείπτως, ἐμμελετῶσα Θεοῦ, καὶ τὴν χάριν πᾶσιν ὑπογράψασα, δεσμὰ τῆς στειρώσεως ἡ φυγοῦσα τῷ τόκῳ σου, καὶ τῷ θανάτῳ, τὴν φθορὰν ἀνταμείψασα, καὶ πρὸς ἔνθεον, μεταστᾶσα λαμπρότητα, Ἄννα θεομακάριστε, Προμῆτορ Χριστοῦ τοῦ Θεοῦ, ἡ φωτοφόρον λυχνίαν, τὴν Θεοτόκον κυήσασα, μεθ' ἧς ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ'
Δεῦτε πᾶσα ἡ κτίσις, ἐν κυμβάλοις ψαλμικοῖς, εὐφημήσωμεν Ἄνναν τὴν θεόφρονα, τὴν τὸ θεῖον ὄρος ἀποκυήσασαν ἐκ λαγόνων αὐτῆς, καὶ πρὸς ὄρη νοητά, καὶ Παραδείσου σκηνώματα, σήμερον μεταβεβηκυῖαν, καὶ πρὸς αὐτὴν βοήσωμεν· Μακαρία ἡ κοιλία σου, ἡ βαστάσασα ἀληθῶς, τὴν τὸ φῶς τοῦ κόσμου ἔνδον ἐν κοιλίᾳ βαστάσασαν, καὶ οἱ μαστοί σου ὡραῖοι, οἱ θηλάσαντες τὴν θηλάσασαν Χριστόν, τὴν τροφὸν τῆς ζωῆς ἡμῶν, ὃν καθικέτευε τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, καὶ προσβολῆς τοῦ ἐχθροῦ, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ζωὴν τὴν κυήσασαν, ἐκυοφόρησας, ἁγνὴν Θεομήτορα, θεόφρον Ἄννα· διὸ πρὸς λῆξιν οὐράνιον, ἔνθα εὐφραινομένων, κατοικία ἐν δόξῃ, χαίρουσα νῦν μετέστης, τοῖς τιμῶσί σε πόθῳ, πταισμάτων αἰτουμένη, ἱλασμὸν ἀειμακάριστε. 

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος γ'. Τὴν ὡραιότητα.
Ἡ εὐκλεέστατος καὶ ἀξιέπαινος, Ἄννα ἡ ἔνθεος, καὶ πανσεβάσμιος, γῆθεν ἀρθεῖσα ἐκ ζωῆς, προσκαίρου διαιωνίζει, εἰς ζωὴν ἀθάνατον, μέτ' Ἀγγέλων χορεύουσα, σὺν τῇ θυγατρὶ αὐτῆς, καὶ ἀχράντῳ Μητρὶ τοῦ Θεοῦ, πρεσβεύουσα ἀπαύστως σωθῆναι, τοὺς πίστει ταύτην μακαρίζοντας. 

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.
Τὰς νόμου ἐντολάς, θεαρέστως τηροῦσα, μητέρας Ἰσραήλ, ὑπερῆρας ἁπάσας, τὴν μόνην ἀειπάρθενον, Θεοτόκον κυήσασα, ἁγιόλεκτε, Ἄννα Προμῆτορ Κυρίου, μεταστᾶσα δέ, ἐκ γῆς πρὸς θεῖον νυμφῶνα, Δικαίων ὑπέρκεισαι. 
Δόξα. Καὶ νῦν.
Ἡ κλῆσίς σου σεμνή, θείαν χάριν ἐκφαίνει· διὸ τοῖς εὐλαβῶς, χαριτώνυμε Ἄννα, ὑμνοῦσί σου τὴν κοίμησιν, χάριν αἴτει καὶ ἔλεος, καὶ συγχώρησιν, ἁμαρτιῶν πολυτρόπων, οἷα μάμμη Χριστοῦ Σωτῆρος, ἡμῶν δὲ προσφύγιον.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὸ προσταχθὲν μυστικῶς.
Βίῳ ἀμέμπτῳ διαλάμψασα ἐν νόμῳ, κατηξιώθης τοῦ τεκεῖν Ἄννα θεόφρον, τὴν ἀσπόρως τεκοῦσαν τὸν πάντων Κτίστην, τὸν γῆθεν σὲ μεταστήσαντα ἐν χαρᾷ, πρὸς δόξαν τὴν ὑπερκόσμιον καὶ ζωήν· διὰ τοῦτο γεραίρομεν, τὴν κοίμησίν σου τὴν σεπτήν, πιστῶς ἀπεκδεχόμενοι, τὴν θερμήν σου ἀντίληψιν.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.
Στ.: Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν: Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ...
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῶν Προπατόρων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τῇ τοῦ Θεοῦ βουλῇ, ὡς καθαρὰ τὴν ψυχὴν διηκόνησας, τὴν τούτου Παναγίαν Μητέρα, ἐν γήρατι τέξασα, Ἄννα πολυΰμνητε· καὶ καλῶς τελέσασα τὸν τῆς ἐν γῇ παροικίας δρόμον, πρὸς αἰωνίους μονὰς ἀνέδραμες, καὶ τῶν ὑοπὲρ λόγον ἀγαθῶν ἠξιώθης, ὡς τῆς πανάγνου Θεοτόκου, Μήτηρ πανευκλεής. Καὶ νῦν δυσωποῦμέν σε· σὺν αὐτῇ πρέσβευε τῷ ἐλεήμονι Κυρίῳ, σώζεσθαι ἡμᾶς τοὺς εὐλαβῶς σε μακαρίζοντας.

Εἶτα, οἱ Κανόνες· ὁ πρῶτος μετὰ τῶν Εἱρμῶν εἰς η’ καὶ ὁ δεύτερος εἰς στ΄.

Ὁ α’ Κανών, ᾨδὴ α'. Ἦχος δ'. Ἀνοίξω τὸ στόμα μου.
Πταισμάτων συγχώρησιν, καὶ τῶν κακῶν ἀπολύτρωσιν, καὶ βίου διόρθωσιν, καὶ θείαν ἔλλαμψιν, νῦν μοι αἴτησαι, τὴν σὴν φωσφόρον μνήμην, γεραίροντι σήμερον, Ἄννα πανεύφημε.
Ζωὴν τὴν κυήσασαν, θεοπρεπῶς ἀπεκύησας· διὸ πρὸς ἀείζωον, ζωὴν μεθέστηκας, ἀπολαύουσα, χαρᾶς ἀνεκλαλήτου, φωτὸς ἀνεσπέρου τε, Ἄννα θεόκλητε.
Ἡ χάρις ἡ ἔνθεος, πρὸς τὴν χαρὰν μεταβέβηκεν, ἀσπόρως ἣν ἔτεκε, θυγάτηρ ταύτης ἁγνή, καὶ παρίσταται, πολλῇ σὺν παρρησίᾳ, Κυρίῳ πρεσβεύουσα, σωθῆναι πάντας ἡμᾶς.
Δικαίως ὁσίως τε, πολιτευθεῖσα πανεύφημε, πρὸς δίκαιον Κύριον, νῦν μεταβέβηκας, συναγάλλεσθαι, Δικαίοις ἀπ’ αἰώνος· ὅθεν συνελθόντες σε πίστει γεραίρομεν.
Θεοτοκίον.
Ἐκ σοῦ ἡμῖν ἔλαμψε, δικαιοσύνης ὁ Ἥλιος, καὶ πᾶσαν κατηύγασε, θεογνωσίᾳ τὴν γῆν, καὶ διέλυσεν, ἀχλὺν τῆς ἀθεΐας, Ἁγνὴ παναμώμητε, καὶ παμμακάριστε.

Ὁ β’ Κανών. ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Μαρμαρυγαῖς τῆς Τριλαμποῦς Θεότητος καταυγαζόμενοι, καὶ κάλλει ἀῤῥήτῳ καθωραϊζόμενοι, Ἰωακεὶμ πανεύφημε, ἀξιάγαστε Ἄννα, ἡ συζυγία ἡ ἄμεμπτος, ἔμπνευσόν μοι λόγον ὑμνοῦντί σε.
Συμφώνως πάντες συνελθόντες σήμερον ἀνευφημήσωμεν, καὶ ἱεροῖς ὕμνοις, δεῦτε μακαρίσωμεν, Ἰωακεὶμ τὸν ἔνδοξον, καὶ τὴν ἔνθεον Ἄνναν, Χριστοῦ τοὺς θείους Προπάτορας, καὶ ἡμῶν θερμοὺς ἀντιλήπτορας.
Ἡ φωτοφόρος καὶ φαιδρὰ καὶ εὔσημος, τῶν Προπατόρων Χριστοῦ, καὶ εὐκλεὴς μνήμη, σήμερον ἀνέτειλεν, ἁγιασμὸν ἐκπέμπουσα, φωτισμὸν καὶ εἰρήνην, καὶ ἐγκλημάτων τὴν ἄφεσιν, τοῖς σεπτῶς αὐτὴν ἑορτάζουσιν.
Πεποικιλμένη ἀρετῶν τοῖς κάλλεσιν, ὅλη μετάρσιος, θεοειδὴς ὅλη, ὅλη ἐξαστράπτουσα, ἐκ δεξιῶν παρίστασαι, τῆς Μητρὸς τοῦ Δεσπότου, οἷα Μητρὶ παρεχούσης σοι, Ἄννα θεοφόρε τὰ αἴσια.
Ὡς παῤῥησίαν πρὸς Χριστὸν πανεύφημε, πλουτοῦσα Ἄννα πολλήν, εὐΐλατον τοῦτον, ποίησον τοῖς δούλοις Σου, ἐν ὥρᾳ τῆς ἐτάσεως, καὶ τῆς εὐκταιοτάτης, ἐκ δεξιῶν παραστάσεως, τούτου καταξίωσον ἅπαντας.
Θεοτοκίον.
Χαῖρε Παρθένε τῶν πιστῶν τὸ στήριγμα· χαῖρε Ἀγγέλων, χαρά· τῶν ἀσκητῶν χαῖρε, σκέπη καὶ διάσωσμα· χαῖρε τοῦδε τοῦ κλήρου Σου, καταφύγιον μέγα, καὶ ἀσφαλὲς περιτείχισμα, ἄχραντε καὶ τεῖχος ἀπόρθητον.

ᾨδὴ γ'. Ἦχος δ'. Οὐκ ἐν σοφίᾳ.
Τὴν συλλαβοῦσαν, τὸν συνέχοντα πάντα συνέλαβες, καὶ ἐκύησας Χριστόν, τὴν ὑπὲρ λόγον κυήσασαν· διό σου τὴν κοίμησιν, Ἄννα γεραίρομεν.
Μέτ' ἐγκωμίων, ἐκτελεῖται ἡ ἔνδοξος μνήμη σου· ὅτι ἔτεκες ἡμῖν, τὴν ἐγκωμίων ἐπέκεινα, ἁγνὴν Θεομήτορα, Ἄννα θεόκλητε.
Ἥλιος ὥσπερ τῇ σελήνῃ τῇ Ἄννῃ ἑνούμενος, ὁ κλεινὸς Ἰωακείμ, τῆς παρθενίας ἀκτῖνα γεννᾷ, δι' ἧς τῆς Θεότητος, αὐγὴ ἐπέλαμψεν.
Ὄρος τὸ θεῖον, ἐκ λαγόνων τῶν σῶν ἀπεκύησας, καὶ πρὸς ὄρη νοητά, καὶ Παραδείσου σκηνώματα, Ἄννα μεταβέβηκας, θεομακάριστε.
Νόμου τελοῦσα, ἐντιολὰς ὅλη ἔνθεος πέφηνας, καὶ τὴν τέξασα Χριστόν, Ἄννα ἐν γήρατι τέτοκας· διὸ πρὸς ἀθάνατον, ζωὴν καὶ ἀνέδραμες.
Θεοτοκίον.
Σὲ προστασίαν, ἀσφαλῆ Θεομῆτορ κεκτήμεθα, τὰς ἐλπίδας ἐπὶ σοί, ἀνατιθέντες σῳζόμεθα, πρὸς σὲ καταφεύγοντες, περιφρουρούμεθα.

Ἕτερος. Ὁ στερεώσας κατ’ ἀρχάς.
Πλήρης ἀῤῥήτου φωτισμού, πλήρης χαρᾶς ἀνεικάστου, πλήρης Πνεύματος Ἁγίου ὑπάρχει, ἡ σεπτὴ καὶ εὐκλεής, καὶ παναγία μνήμη σου, Θεοπρομῆτορ Ἄννα, ἣν ἐπαξίω γεραίρομεν.
Γλῶσσα οὐ σθένει σε βροτῶν, ἀνευφημῆσαι ἀξίως, ἀξιΰμνητε Προμῆτορ Κυρίου· σὺ γὰρ τέτοκας ἡμῖν, τὸν λογικὸν Παράδεισον, τὴν τῆς ζωῆς Μητέρα, καὶ ἐγκωμίων ἐπέκεινα.
Ἐκ ῥίζης σὺ πανευκλεοῦς, ῥάδαμνος ἅγιος ἔφυς, καὶ ἐξήνθησας ἡμῖν παραδόξως, τὴν Παρθένον καὶ ἁγνήν, ἐξ ἧς ὁ πάντων Κύριος, τεχθεὶς ὡς οἶδε μόνος, πάντας τὸν κόσμον διέσωσεν.
Φωστῆρες οἷάπερ φαιδροί, Θεοπροπάτορες θεῖοι, τὴν ὑφήλιον αὐγάζετε πᾶσαν, καὶ τὸ σκότος τῶν παθῶν, σκεδάζετε πανεύφημοι, Ἰωακεὶμ καὶ Ἄννα· διὸ ὑμᾶς μακαρίζομεν.
Ἀπὸ τῆς γῆς πρὸς οὐρανόν, μεθισταμένη ἐν δόξῃ, θεοδόξαστε Προμῆτορ Κυρίου, τῆς Τριάδος τῷ φωτί, περιφανῶς ἠγλάϊσαι· διὸ ἀνευφημοῦμεν, τὴν σὴν ἁγίαν μετάστασιν.
Θεοτοκίον.
Ἐκ ψυχοφθόρων προσβολῶν, τοῦ ἀρχεκάκου βελίαρ, καὶ ἐκ πάσης ἐπηρείας καὶ βλάβης, διατήρει ἀσινεῖς, ὥσπερ ὑπέσχου ἄχραντε, τοὺς ἐνοικοῦντας τούτῳ, τῷ σεπτῷ Ὄρει Σου Δέσποινα.

Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.
Τῆς μητρὸς τοῦ Δεσπότου καὶ Ποιητοῦ, μήτηρ γέγονας Ἄννα πανευκλεής, αὐτοῦ τὰ προστάγματα, ἀνενδότως φυλάττουσα· διὰ τοῦτο θανοῦσα, ζωὴν πρὸς ἀθάνατον, μετετέθης ὄντως, καὶ φῶς πρὸς ἀνέσπερον· ὅθεν τὴν φωσφόρον, καὶ ἁγίαν σου μνήμην, τελοῦντες ἐν πνεύματι, φωτιζόμεθα πάντοτε, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. 
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.
ᾨδὴ δ'. Ὁ καθήμενος ἐν δόξῃ.
Τὰ ἐν νόμῳ γεγραμμένα, μελετῶσα ἐτέλεσας, καὶ τοῦ νομοθέτου, μήτηρ τῆς μητρὸς ἐχρημάτισας· διὸ νῦν πᾶσα ἡ κτίσις ἐποφείλει σοι, ἐκτελοῦσά σου, χαρμονικῶς τὸ μνημόσυνον.
Μακαρία ἡ κοιλία ἀληθῶς ἡ βαστάσασα, τὴν τὸ φῶς τοῦ κόσμου, ἔνδον ἐν κοιλίᾳ βαστάσασαν, καὶ οἱ μαστοί σου ὡραῖοι, ὡς θηλάσαντες, τὴν θηλάσασαν, Ἄννα Χριστόν τὴν τροφὴν ἡμῶν.
Ὡς βιώσασα ἀμέμπτως, τὴν ἀμέμπτως κυήσασαν, Θεοτόκον Κόρην, Λόγον τοῦ Πατρὸς ἀπεκύησας, καὶ πρὸς αὐτὸν μετὰ δόξης προσεχώρησας, θεουμένη, σεπταῖς μετοχαῖς ἀληθέστατα.
Ξυνωρίδος μακαρίας, συζυγίας θεόφρονος, ἰσαγγέλου οὔσης, καὶ τῆς ὑπὲρ νοῦν ὡραιότητος, κατατρυφώσης τῇ μνήμῃ ἐντρυφήμωμεν, Ἄννης τε, καὶ Ἰωακεὶμ οἱ φιλέορτοι.
Ἡ δυὰς ἡ πανολβία, τοῦ Χριστοῦ οἱ Προπάτορες, Ἄννα ἡ θεόφρων, καὶ Ἰωακεὶμ ὁ μακάριος, ταύτην τὴν ποίμνην ὑμῶν ἀεὶ φυλάττετε, ἑορτάζουσαν, ὑμῶν τὴν μνήμην φαιδρότατα.
Θεοτοκίον.
Τῆς παρθένου ἡ κοιλία, θημωνία ὡς ἅλωνος, ἀληθῶς ἐδείχθη, στάχυν ἀγεώργητον ἔχουσα, δι' οὗ ἐκτρέφεται πᾶσα κτίσις, κράζουσα· Παντοδύναμε, Δόξα Χριστὲ τῇ δυνάμει σου.

Ἕτερος. Σύ μου ἰσχύς, Κύριε.
Σοῦ τῆς σεπτῆς, ψυχῆς τὰς βάσεις ἐρείσασα, τοῖς τοῦ νόμου, θείοις διατάγμασι, καὶ πειθαρχοῦσα ταῖς τοῦ Θεοῦ, ἐντολαῖς θεόφρον, ἐπάξιον ἐνδιαίτημα, τοῦ Πνεύματος ἐγένου· διὰ τοῦτο καὶ μήτηρ, τῆς Μητρὸς τοῦ Θεοῦ ἐχρημάτισας.
Ἡ φωταυγής, καὶ ἀξιέπαινος μνήμη σου, νῦν ἐπέστη, Ἄννα πανσεβάσμιε, ἡλιακὰς στίλβουσα αὐγάς, καὶ φωταγωγοῦσα, τῶν εὐσεβῶν τὰ συστήματα, καὶ θείας εὐφροσύνης, καὶ τερπνῆς θυμηδίας, ἀξιοῦσα τοὺς πόθῳ σε μέλποντας.
Ἐν οὐρανῷ, καὶ ἐπὶ γῆς μεμακάρισαι, ὡς τεκοῦσα, Ἄννα παμμακάριστε, τὴν μακαρίαν ὡς ἀληθῶς, καὶ εὐλογημένην, ἐν γυναιξὶ καὶ πανάμωμον, τὴν πάντας μακαρίους, καὶ ἐνθέους τελοῦσαν, τοὺς ἐν πίστει αὐτὴν μακαρίζοντας.
Τὸ τηλαυγές, καὶ ἀκηλίδωτον ἔσοπτρον, τὸ ταμεῖον, τῆς θείας ἐλλάμψεως, ὁ εὐαγὴς οἶκος τοῦ Θεοῦ, παστὰς ἡ τιμία, τὸ τιμαλφέστατον τέμενος, τὸ θεῖον ὄντως σκεῦος, ἡ φωτόμορφος χάρις, ἡ θεόκλητος Ἄννα ὑμνείσθω μοι.
Θεοτοκίον.
Ἡ τῶν πιστῶν, καταφυγὴ ἀειπάρθενε, ἡ προστάτις, τῶν ἀνευφημούντων Σε, τούτου τοῦ Ὄρους Σου ἐν παντί, προστάτευε Κόρη, τῇ κραταιᾷ ἀντιλήψει Σου, καὶ δίδου τοῖς ἐν τούτῳ, μονασταῖς καὶ μιγάσι, τῆς θερμῆς ἀρωγῆς Σου τὰς χάριτας.

ᾨδὴ ε'. Ἀσεβεῖς οὐκ ὄψονται.
Οὐρανὸν ἐκύησας, ἐν γῇ ὡς ἀληθῶς, τὴν τεκοῦσαν τὸν οὐρανοῦ, ποιητὴν τὸν σήμερον, σὲ μεταθέμενον, πρὸς τὰ ἐπουράνια, μετὰ δόξης Ἄννα Ἔνδοξε.
Ταῖς ἀΰλοις τάξεσιν, ἀΰλω τῷ νοΐ, συγχορεύεις περιχαρῶς, πληρουμένη λάμψεως, τῆς πλουτοδότιδος, ἀλλ' ἡμῶν μνημόνευε, τῶν ἐν πίστει μεμνημένων σου.
Ἱεσσαὶ βλαστήσασαν, ἐκ ῥίζης ἐμφανῶς, εὐθαλῆ ῥάβδον τὴν Ἁγνήν, ἐκβλαστάνεις ἔνδοξε, τὴν ἐκβλαστήσασαν, ἄνθος τὸ ἀμάραντον, Ἰησοῦν τὸν Λυτρωτὴν ἡμῶν.
Φωτοβόλοις λάμψεσιν, ἐνθέων ἀρετῶν, καταστράπτουσα πρὸς τὸ φῶς, τῆς ζωῆς πανεύφημε νῦν τὸ ἀνέσπερον, μετετέθης· ὅθεν σε, κατὰ χρέος μακαρίζομεν.
Ἰωακεὶμ θεόληπτε, καὶ Ἄννα ἡ σεμνή, συζυγία ἡ εὐκλεής, οἱ ἐν νόμῳ λάμψαντες βίου λαμπρότητι, τοὺς ὑμᾶς γεραίροντας, σκοτασμοῦ παθῶν λυτρώσασθε.
Θεοτοκίον.
Ἐπὶ σὲ κατέφυγον, τὴν μόνην κραταιάν, τῶν πιστῶν σκέπην, ἐπὶ σοὶ τὴν ἐλπίδα τίθημι, τῆς σωτηρίας μου, Παναγία Δέσποινα, Θεοτόκε μὴ παρίδῃς με.

Ἕτερος. Ἵνα τί με ἀπώσω.
Ὁ τὸ πᾶν διεξάγων, καὶ διευθετῶν καὶ συνέχων ὡς βούλεται, καὶ δεσπόζων πάντων, ὡς Θεὸς προειδώς σου τὸ ἄμεμπτον, ᾑρετίσατό σε, καὶ τῆς Μητρὸς αὐτοῦ θεόφρον, ἐπαξίως μητέρα προώρισεν.
Μέγα ὄντως τὸ κλέος, μέγα τὸ ἀξίωμα τὸ σὸν πανένδοξε· τῆς Μητρὸς γὰρ μήτηρ, τοῦ τῶν ὅλων Θεοῦ ἐχρημάτισας· διὰ τοῦτο πᾶσαι, αἱ πατριαὶ τῆς γῆς ἁπάσης, ἀσιγήτως ἀεὶ σὲ γεραίρουσιν.
Θεοκλήτου δυάδος, τῆς ἀποτεκούσης τὴν ἄμωμον δάμαλιν, ἐξ ἧς ἐγεννήθη, σιτευτὸς οἷα μόσχος ὁ Κύριος, καὶ ὑπὲρ τῆς πάντων, θέλων ἐτύθη σωτηρίας, κατὰ χρέος τὴν μνήμην τιμήσωμεν.
Ἀξιάγαστε Ἄννα, καὶ Ἰωακεὶμ τὸ θεότευκτον ἄγαλμα, οἱ τοῦ γλυκυτάτου, Ἰησοῦ μου Προπάτορες πάνσεπτοι, τῶν δεινῶν ἀρκύων, τοῦ βροτοκτόνου ῥύσασθέ με, καὶ φλογμὸν παθημάτων μου σβέσατε.
Μονοτρόπων τὰ στίφη, πόθῳ συνηθροίσθημεν ἐν τῷ τεμένει σου, καὶ τὴν πάνσεπτόν σου, ἑορτάζομεν κοίμησιν ἔνδοξε, καὶ δεόμεθά σου, ὑπὲρ ἡμῶν μὴ διαλίπῃς, δυσωποῦσα τὸν μόνον φιλάνθρωπον.
Θεοτοκίον.
Ἀλατόμητον ὄρος, ὄρος τε κατάσκιον Σὲ προηγόρευσαν, οἱ Προφῆται Κόρη· διὸ τόδε τὸ ὄρος τὸ ἅγιον, τὴν Σὴν κληρουχίαν, ὡς προσφυγὴ ἡμῶν Παρθένε, εἰς αἰῶνας συντήρει ἀκλόνητον.

ᾨδὴ ς'. Θύσω σοι, μετὰ φωνῆς.
Κυρίου, Ἰησοῦ τοῦ Θεοῦ οἱ προπάτορες, Ἰωακείμ τε καί, Ἄννα, οἱ δικαιοσύνῃ κεκοσμημένοι, ἐπαξίως, ἐν ᾠδαῖς εὐφημείσθωσαν σήμερον.
Ἁπάντων, ἐγκωμίων ἡ Ἄννα ὑπέρκειται, ὅτι παντὸς ἐγκωμίου, τὴν ὑπερκειμένην ἐκύησε· διὰ τοῦτο, ἐν χορῷ τῶν Ἁγίων αὐλίζεται.
Φωσφόρος, καὶ λαμπρότητος πλήρης ἡ μνήμη σου, μαρμαρυγὰς τοῖς ἐν κόσμῳ, τὰς σωτηριώδεις ἐκπέμπουσα, σῶφρον Ἄννα, χαρισμάτων παντοίων ἀνάπλεως.
Τὴν στάμνον, τὴν τὸ μάννα τὸ θεῖον χωρήσασαν, ἐκυοφόρησας Ἄννα, καὶ σὺν ταύτῃ τὰ οὐράνια, κατοικοῦσα, ὑπὲρ πάντων πρεσβεύεις πανεύφημε.
Ὑμνείσθω, ἡ ξυνωρὶς ἡ θεία καὶ πάντιμος, Ἰωακεὶμ καὶ ἡ Ἄννα, οἱ ἀεὶ πρεσβεύοντες τῇ Τριάδι, ὑπὲρ πάντων, τῶν τιμώντων αὐτῶν τὴν πανήγυριν.
Θεοτοκίον.
Ἐξ, Ἄννης, ἡ τοῦ κόσμου ἐτέχθης Βασίλισσα, τὸν τοῦ παντὸς Βασιλέα, καὶ τεκοῦσα καὶ παρθενεύουσα, μετὰ τόκον, Χερουβὶμ ἀνωτέρα Πανάμωμε.

Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Ἰωακεὶμ ὁ κλεινός, καὶ Ἄννα ἡ θεοπόθητος, ἡ ἱερὰ ξυνωρίς, τὸ ζεῦγος τὸ ἅγιον, ἡμᾶς συνεκάλεσαν, ὧν τὴν θείαν μνήμην, ἑορτάσωμεν γηθόμενοι.
Χρεωστικῶς οἱ πιστοί, τὴν πανσεβάσμιον κοίμησιν, τῆς Ἄννης τῆς εὐκλεοῦς, τελέσωμεν σήμερον· καὶ γὰρ ἀπεκήυσε, τὴν Παρθένον Κόρην, ἀπαρχὴν τῆς σωτηρίας ἡμῶν.
Οἱ λύχνοι οἱ παμφαείς, ἀστέρες ἀειλαμπέστατοι, λαμπτῆρες οἱ φωταυγεῖς, Χριστοῦ οἱ Προπάτορες, Ἰωακεὶμ ὁ ἔνθεος, καὶ ἡ σώφρων Ἄννα, κατὰ χρέος εὐφημείσθωσαν.
Πλουσίας ἐν οὐρανοῖς, τὰς ἀντιδόσεις ἐλάβετε, Προπάτορες τοῦ Χριστοῦ, ἀθάνατον εὔκλειαν, καὶ στέφος ἀμάραντον, καὶ λῆξιν ἀγήρω, καὶ τρυφὴν μὴ διαῤῥέουσα.
Ἐπίβλεψον εὐμενῶς, ἐξ ἱερῶν ὑψωμάτων Σου, καὶ οἴκτειρον συμπαθῶς, οἰκτίρμον τοὺς δούλους Σου, καὶ πάντας ἐλέησον, τῶν Σῶν προπατόρων, ταῖς πρεσβείαις παντοδύναμε.
Θεοτοκίον.
Ὄρος Θεοῦ ἐμφανές, καὶ πῖον Ἁγίῳ Πνεύματι, τὸ ὄρος Σου τὸ σεπτόν, τοῦ Ἄθω πανάχραντε, σκέπε καὶ διάσωζε, πάσης ἐπηρείας, ὡς φρουρὸς ἡμῶν καὶ ἔφορος.

Κοντάκιον. Ἦχος β'. Τὰ ἄνω ζητῶν.
Προγόνων Χριστοῦ, τὴν μνήμην ἑορτάζομεν, τὴν τούτων πιστῶς, αἰτούμενοι βοήθειαν, τοῦ ῥυσθῆναι ἅπαντας, ἀπὸ πάσης θλίψεως, τοὺς κραυγάζοντας· ὁ Θεὸς γενοῦ μεθ' ἡμῶν, ὁ τούτους δοξάσας ὡς ηὐδόκησας. 
Ὁ Οἶκος
Προφητικῶς συνέλθωμεν πάντες, τοῦ ἀξίως ὑμνῆσαι τῆς προγόνου Χριστοῦ τὴν παναγίαν μετάστασιν· Σήμερον γὰρ ἐκ τῆς προσκαίρου μεταστᾶσα ζωῆς, ἐν τοῖς ἐπουρανίοις μετὰ χαρᾶς τὴν πορείαν ποιουμένη ἀγάλλεται, καὶ ὡς οὖσα Μήτηρ τῆς ὄντως ἀληθοῦς Θεοτόκου, κραυγάζει πιστῶς· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, ὅτι ἔτεκον τὴν τούτου Μητέρα ἐν τῇ γῇ. Γένοιτο οὖν μεθ' ἡμῶν, ὁ τούτους δοξάσας ὡς ηὐδόκησε.

Συναξάριον
Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆςΚοιμήσεως τῆς Ἁγίας Ἄννης, μητρὸς τῆς Ὑπεραγίας Θεοτόκου.
Μήτηρ τελευτᾷ Μητροπαρθένου Κόρης,
Ἡ τῶν κυουσῶν μητέρων σωτηρία.
Πέμπτῃ ἐξεβίωσε μογοστόκος εἰκάδι Ἄννα.
Αὕτη ἡ Προμήτωρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ σάρκα γενομένη ἦν ἐκ φυλῆς Λευΐ, θυγάτηρ Ματθᾶν τοῦ ἱερέως καὶ Μαρίας τῆς αὐτοῦ γυναικός, ὅς τις Ματθᾶν ὑπῆρχεν ἱερατεύων ἐπὶ τῆς βασιλείας Κλεοπάτρας καὶ Σαπώρου ἢ Σαβωρίου βασιλέως Περσῶν, πρὸ τῆς βασιλείας Ἡρώδου τοῦ Ἀντιπάτρου. Οὗτος ὁ Ματθᾶν ἔσχε θυγατέρας τρεῖς· Μαρίαν, Σοβήν, καὶ Ἄνναν. Ἔγημε δὲ ἡ πρώτη ἐν Βηθλεέμ, καὶ ἔτεκε Σαλώμην τὴν μαῖαν. Ἔγημε δὲ καὶ ἡ δευτέρα, καὶ αὕτη ἐν Βηθλεέμ, καὶ ἔτεκε τὴν Ελισάβετ. Ἔγημε δὲ καὶ ἡ τρίτη ἡ Ἄννα, εἰς τὴν γῆν τῆς Γαλιλαίας, καὶ ἐγέννησε Μαρίαν τὴν Θεοτόκον, ὥστε εἶναι τὴν Σαλώμην καὶ τὴν Ἐλισάβετ καὶ τὴν Ἁγίαν Μαρίαν τὴν Θεοτόκον, θυγατέρας μὲν ἀδελφῶν τριῶν θηλειῶν, πρωτεξαδέλφους δὲ πρὸς ἀλλήλας. Αὕτη οὖν ἡ Ἄννα, μετὰ τὸ γεννῆσαι τὴν παντὸς τοῦ κόσμου σωτηρίαν, καὶ ἀπογαλακτίσαι, ἀναθεῖναί τε ταύτην ἐν τῷ ναῷ, ὡς ἄμωμον δῶρον, τῷ παντοκράτορι Θεῷ, νηστείαις καὶ προσευχαῖς, καὶ ταῖς τῶν δεομένων εὐποιΐαις τὸν ἐπίλοιπον ταύτης χρόνον διατελέσασα, ἐν εἰρήνῃ πρὸς Κύριον ἐξεδημησε. Τελεῖται δὲ ἡ αὐτῆς σύναξις ἐν τῷ Δευτέρῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Εὐπραξίας.
Εὐπραξία πρόσεισι Χριστῷ πλουσία,
Πολλαῖς κομῶσα ψυχικαῖς εὐπραξίαις.
Αὕτη ἦτο θυγάτηρ πατρὸς μὲν Ἀντιγόνου τοῦ συγκλητικοῦ, μητρὸς δὲ Εὐπραξίας, κατὰ τοὺς χρόνους Θεοδοσίου τοῦ μεγάλου ἐν ἔτει 380, μὲ τὸν ὁποῖον ἦτο συγγενής. Ἀφ’ οὗ δὲ ἀπέθανεν ὁ πατήρ της, παρέδωκεν αὐτὴν ἡ μήτηρ της εἰς τὸν βασιλέαν Θεοδόσιον, παρακαλέσας αὐτὸν νὰ φροντίζῃ περὶ τῆς ὀρφανῆς θυγατρός της, ὁ δὲ Θεοδόσιος ἠῤῥαβωνίασε τὴν Εὐπραξίαν μὲ ἕνα ἄρχοντα συγκλητικόν. Μετὰ ταῦτα ἀνεχώρησε ἡ Ὁσία ὁμοῦ μὲ τὴν μητέρα της καὶ ὑπῆγεν εἰς τὰς Θήβας τῆς Αἰγύπτου. Ἐκεῖ δὲ ἐμβᾶσα εἰς ἕν γυναικεῖον μοναστήριον, εἰς τὸ ὁποῖον ἐνησκοῦντο καλογραῖαι ἑκατὸν τέσσαρες, αἱ ὁποῖαι ἐπολιτεύοντο μίαν ζωὴν ἰσάγγελον, ἐμιμεῖτο τὰς ἀρετὰς ἐκείνων, καὶ πλέον δὲν ὑπέφερε νὰ ἐξέλθῃ τοῦ μοναστηρίου, ἦτο δὲ τότε δώδεκα χρονῶν. Ἡ δὲ μήτηρ τῆς Ἁγίας, ἀναχωρήσασα ἀπὸ τὴν Αἴγυπτον, περιῆλθεν ὅλα τὰ κτήματα, ὅσα εἶχε κατὰ τὴν Ἀνατολήν, καὶ ἔκαμεν εἰς τοὺς πτωχοὺς πολλὰς εὐεργεσίας καὶ ἐλεημοσύνας. Μετὰ ταῦτα, ἀσθενήσασα, ἐπέστρεψε πάλιν εἰς τὸ ἐν Αἰγύπτῳ μοναστήριον, καὶ ἐκεῖ ἀφήσασα ὅλην τὴν περιουσίαν της εἰς τὴν θυγατέρα της, ἀνεπαύθη ἐν Κυρίῳ. Ἡ δὲ Εὐπραξία, διεμοίρασεν μὲν ὅλα τὰ γονικά της εἰς τοὺς δεομένους, καὶ εἰς τὰς τοῦ Θεοῦ ἐκκλησίας, ἠγάπησε δὲ τὴν ἀσκητικὴν καὶ πολύμοχθον ζωὴν τῶν μοναχῶν, καθ’ ὑπερβολήν. Ὅθεν εἰς τόσην ἀρετὴν ἔφθασεν ἡ μακαρία, ὥστε ὑπέταξε καὶ τὰς ἀνάγκας τοῦ σώματος, καὶ τούτων ἔγινεν ἀνωτέρα, διότι εἰς τεσσαράκοντα πέντε ὁλοκλήρους ἡμέρας καὶ νύκτας ἀκίνητος ἵστατο ἡ ἀῤῥενόφρων, ἔχουσαν τὰς χεῖράς της ὑψωμένας εἰς τὸν οὐρανόν. Ὅθεν, διὰ τὰς ὑπερβαλλούσας ἀρετάς της ἔλαβε παρὰ Θεοῦ τὴν χάριν τῶν θαυμάτων, ἐλευθερώσασα ἀπὸ διάφορα πάθη καὶ ασθενείας. Οὕτω λοιπόν, θεοφιλῶς ζήσασα, ἀπῆλθε πρὸς Κύριον.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ὀλυμπιάδος τῆς διακόνου.
Ὀλυμπιὰς πεσοῦσα πατρίδος φίλης,
Πρὸς τὸν ἄνω χαίρουσα βαίνει πατρίδα.
Αὕτη ἦτο κατὰ τους χρόνους Θεοδοσίου τοῦ Μεγάλου καὶ Ἀρκαδίου τοῦ υἱοῦ του ἐν ἔτει 395, θυγάτηρ μὲν Σεκούνδου τοῦ ἀπὸ Κομήτων, ἐγγονὴ δὲ Ἀβλαβίου τοῦ ἐπάρχου, καὶ νύμφη προς ὀλίγον Νευριδίου τοῦ ἀπὸ ἐπάρχων. Γυνὴ δὲ οὐδενός, διότι ἐνῷ ἦτο ἀκόμη παρθένος, ἀπέθανεν ὁ ταύτης νυμφίος, ὅθεν ἔμεινεν ἐν ταυτῷ καὶ παρθένος καὶ χήρα ἡ αὐτή καὶ διήρχετο τὴν ζωήν της μὲ νηστείας καὶ προσευχάς, καὶ μὲ ἐλεημοσύνας τῶν πτωχῶν. Ἐπειδη ὅλην τὴν περιουσίαν της εὐκέρωσε ἡ μακαρία εἰς βοήθειαν τῶν τοῦ Θεοῦ αρχιερέων. Αὕτη καὶ τὸν μακάριον Ἰωάννην τὸν Χρυσόστομον μὲ διαφορετικὸν τρόπον ἀπὸ τοὺς ἄλλους ἐτίμησεν, ὅθεν καὶ πρὸς αὐτὴν ὁ θεῖος Χρυσόστομος, ἔστειλε τὰς πολλὰς ἐκείνας καὶ μελιῤῥύτους του ἐπιστολάς. Εἰς δὲ τὸ τέλος τῆς ζωῆς της ἐκοσμήθη ἡ Ὁσία καὶ μὲ τὸν στέφανον τῆς ὁμολογίας, καθόσον ὑπὲρ τῆς ἀληθείας ἄδικον ἔλαβεν ἐξορίαν, ὅπου καὶ τελειωθεῖσα ἡ τρισολβία ἀπῆλθε πρὸς Κύριον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων 165 Πατέρων, τῶν ἐν τῇ πέμπτῃ Οἰκουμενικῇ Συνόδῳ συνελθόντων καὶ τὰ Ὠριγένους δόγματα καθελόντων.
Λόγοι Βελίαρ οἱ λόγοι Ὠριγένους,
Οὕσπερ καθεῖλον προσκυνηταὶ τοῦ Λόγου.
Κατὰ τοὺς χρόνους τοῦ βασιλέως Ἰουστινιανοῦ τοῦ πρώτου, ἐν ἔτει 553, ἦτο Πατριάρχης Κωνσταντινουπόλεως Ἄνθιμος ὁ Τραπεζούντιος, ὁ τὰ τοῦ Εὐτυχοῦς φρονῶν δυσσεβῆ φρονήματα. Ἐπειδὴ δὲ ἐφάνη αἱρετικός, ἀπεβλήθη μὲν αὐτὸς τοῦ θρόνου, καὶ ἐχειροτονήθη ἀντ’ αὐτοῦ Πατριάρχης ὁ Μηνᾶς, ὁ ὁποῖος ἦτο πρότερον πρεσβύτερος τῆς ἐν Κωνσταντινουπόλει Ἐκκλησίας καὶ ξενοδόχος τοῦ Σαμψών. Διὰ τὴν ἀφορμὴν λοιπὸν ταύτην, ἔκαμαν ἐπανάστασιν ὁ Σεβῆρος καὶ Πέτρος ὁ Ἀπαμείας, οἱ ὁποῖοι ἦσαν ἄνθρωποι γεμάτοι αἱρέσεις, καὶ ἐσύσταινον τὰ τοῦ Ὠριγένους βλάσφημα δόγματα. Ὅθεν ταράττοντες τὴν τοῦ Χριστοῦ Ἐκλησίαν, ὁ βασιλεὺς Ἰουστινιανός, εἰς τὸν ἕβδομον χρόνον τῆς βασιλείας του, συνεκάλεσε Σύνοδον ἐν Κωνσταντινουπόλει 165 Ἁγίων Πατέρων, οἵτινες ἀνεθεμάτισαν τοὺς ἀνωτέρω εἰρημένους καὶ τοὺς ὁμόφρονας αὐτῶν· Ὠριγένην, Δίδυμον, Εὐάγριον, Ζωόραν, Θεόδωρον τὸν Μοψουεστίας, καὶ Διόδωρον.
Τὰ βλάσφημα δὲ δόγματα τοῦ Ὠριγένους ἦσαν αὐτά: α) ὅτι αἱ ψυχαὶ προϋπάρχουσι τῶν σωμάτων· β) ὅτι αὐταὶ ἐμβαίνουσι μετὰ τὸν θάνατον τοῦ ἑνὸς σώματος εἰς ἄλλο σῶμα· γ) ὅτι ἡ κόλασις ἔχει τέλος· δ) ὅτι οἱ δαίμονες θὰ λάβωσι τὸ πρῶτον ἀξίωμα τῆς ἀγγελικῆς χάριτος τὸ ὁποῖον εἶχον· ε) ὅτι αἱ ψυχαὶ θὰ ἀναστηθῶσι γυμναί, χωρὶς σώματα· στ) ὅτι τὰ οὐράνια σώματα ἔχουσι ψυχάς· καὶ ἕτερα κακόδοξα. Σημείωσαι ὅμως, ὅτι οἱ μεταγενέστεροι διδάσκαλοι, ἐποίησαν βιβλίον ἐκ τῶν Ὠριγένους, Φιλοκαλίαν αὐτὸν ὀνομάσαντες, ἐν ᾧ ἔγραψαν ὅλα τὰ τοῦ Ὠριγένους ὀρθὰ φρονήματα· ἐκ τούτων δὲ εἶναι καὶ αἱ θαυμασταῖ ἑρμηνεῖαι τὰς ὁποίας ὁ Ὠριγένης κατέβαλεν εἰς τὴν Πεντάτευχον, εἰς τὸν Ψαλτῆρα, καὶ εἰς ὅλην σχεδὸν τὴν Ἁγίαν Γραφήν, παλαιάν τε καὶ νέαν, ἐκ τῶν ὁποίων καὶ οἱ θεῖοι Πατέρες, πολλὰ αὐτολεξεῖ ἠρανίσθησαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἠλία, Ἀρχιεπισκόπου Θεσσαλονίκης, εἷς ἐκ τῶν Πατέρων τῆς Ε΄ Οἰκουμενικῆς Συνόδου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Ἀττάλου τοῦ ἐκ Περγάμου, Σάγκτου διακόνου, Βλανδίνας, Ἀλεξάνδρου τοῦ Φρυγός, Ματούρου, Ποντικοῦ, καὶ τῶν σὺν αὐτοῖς ἀθλησάντων ἐν ἔτει 177 ἐν Λουγδούνῳ.
Κλεινοῦ Ἀττάλου σιδηρὰν τιμῶν στρωμνήν,
ἐν ἡ ἐτύθη ὡς λαμπὰς καιόμενος.
Τὸν Σάγκτον πάντες εὐλαβῶς τιμήσωμεν,
Τὸ θεῖον πάθος τοῦ Χριστοῦ τιμήσαντος.
Διὰ παντοίων διελθὼν κολάσεων,
Καὶ Φρὺξ μετέσχες τῆς τομῆς Ἀλέξανδρος.
Ἐνίκα πόθος τοῦ Χριστοῦ καὶ Μάτουρον,
Πολλὰς βασάνους ὑπομένοντα στεῤῥῶς.
Νίκης ἀγῶνος ἱππικοῦ τῇ Βλανδίνῃ,
Δίδωσι λαμπρὰ παμβασιλεὺς τα στέφη.
Οὗτοι ἦσαν ἐπὶ Σεπτήμου Σεβήρου αὐτοκράτορος, ἐν ἔτει 177, ἔζησαν δὲ ἐν Λουγδούνω καὶ Βιέννῃ Γαλλίας.
Ὁ δὲ Ἄτταλος, μεγάλως ἐξαετηθεὶς ὑπὸ τοῦ ὄχλου, περιαχθεὶς κύκλῳ τοῦ ἀμφιθεάτρου, πίνακος αὐτον προάγοντος ἐν ᾧ ἐγέγραπτο· οὖτός ἐστιν Ἄτταλος ὁ Χριστιανός· καὶ τοῦ δήμου σφόδρα σφρυγῶντος ἐπ’ αὐτῷ. Ἔπειτα, ἐξέδωκεν αὐτὸν ὁ ἡγεμὼν πρὸς τὰ θηρία. Τέλος, ἐπὶ τῆς σιδηρᾶς ἐπετέθη καθέδρας καὶ περιεκαίετο, ἡνίκα ἡ ἀπὸ τοῦ σώματος κνῖσσα ἀνεφέρετο.
Οἱ δὲ Ματούρος καὶ Σάγκτος, ὑπέφερον πάλιν τὰς διεξόδους τῶν μαστίγων, καὶ τοὺς ἀπὸ τῶν θηρίων ἑλκηθμούς, καὶ πανθ’ ὅσα μαινόμενος ὁ δῆμος, καὶ ἐπὶ τῇ σιδηρᾷ καθέδρᾳ ἐπέθεντο, ἐφ’ ἧς τηγανιζόμενα τὰ σώματα, κνίσσης αὐτοὺς ἐνεφόρει.
Ἀλέξανδρός τις, Φρὺξ μὲν τὸ γένος, ἰατρὸς δὲ τὴν ἐπιστήμην, πολλοῖς ἔτεσιν ἐν Γαλλίᾳ διατρίψας, παρεστὼς τῷ βήματι, ὁμολογήσας τον Χριστόν, ἐῤῥίχθη εἰς τὰ θηρία καὶ ἐν τῷ ἀμφιθεάτρῳ, πρὸς κόλασιν ἐξηυρημένων ὀργάνων, τοὔσχατον ἐτύθη καὶ αὐτός, μηδὲ στενάξαντος, μηδὲ γρύξαντός τι ὅλως.
Ἡ δὲ Βλανδῖνα, ἐπὶ ξύλου κρεμασθεῖσα, προύκειτο βορὰ τῶν εἰσβαλλομένων θηρίων, ἡ καὶ διὰ τοῦ βλέπεσθαι σταυροῦ σχήματι κρεμαμένη, διὰ τῆς εὐτόνου προσευχῆς, πολλὴν προθυμίαν τοῖς ἀγωνιζομένοις ἐνεποίει, βλεπόντων αὐτῶν ἐν τῷ ἀγῶνι. Μετὰ δὲ τὰς μάστιγας, μετὰ τὰ θηρία, μετὰ τὸν τήγανον, τοὔσχατον εἰς κόφινον βληθεῖσα ταύρῳ παρεβλήθη, και ἱκανὼς ἀναβληθεῖσα πρὸ τοῦ ζώου, ἐτύθη καὶ αὐτή.
Ὁ δὲ ἀδελφὸς αὐτῆς, Ποντικός, παιδάριον ὡς πεντεκαίδεκα ἐτῶν, ὑπὸ τῆς ἀδελφῆς παρωρμημένος, πᾶσαν κόλασιν γενναίως ὑπομείνας ἀπέδωκε τὸ πνεῦμα.
Ἀλλ’ οὐδ’ οὕτως κόρον ἐλάμβανεν αὐτῶν ἡ μανία καὶ ἡ πρὸς τοὺς Ἁγίους ὠμότης. Τὰ οὖν σώματα τῶν Μαρτύρων παντοίως παραδειγματισθέντα, καὶ αἰθριασθέντα ἐπὶ ἡμέρας ἕξ, μετέπειτα καέντα καὶ αἰθαλωθέντα ὑπὸ τῶν ἀνόμων, κατεσαρώθη εἰς τὸν Ῥοδανὸν ποταμόν, πλησίον παραῤῥέοντα, ὅπως μηδὲ λείψανον αὐτῶν φαίνηται ἐπὶ τῆς γῆς ἔτι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γρηγορίου ἀρχιεπισκόπου Ἡρακλείας καὶ Ῥαιδεστοῦ.
Γρηγόριε πένησι δοὺς καὶ σκορπίσας,
ὢ ποῖα Χριστῷ νῦν παρεστὼς λαμβάνεις.
Οὗτος ὁ Ὅσιος, ἐκ τῆς Ἡρακλείας ἀνέτειλεν, ἐξορμώμενος ἐκ κώμης τινος λεγομένης Κούμβαον, ἐν ἔτει 1844ῳ, ὑπὸ εὐσεβῶν γονέων, ὀνόματι Ἰωάννης καὶ Εὐφροσύνης. Παιδιόθεν προσελήφθη παρὰ τῷ Μητροπολίτῃ Σεῤῥῶν Μελετίῳ, ὅστις καὶ προεχείρισεν αὐτὸν εἰς διάκονον ἐν ἔτει 1862ῳ, διὰ τὰ σπάνια αὐτοῦ χαρίσματα. Ἐν Ἀθήνῃσι ἐπεξέτεινε τὰς σπουδὰς αὐτοῦ εἰς Ῥιζάρειον καὶ εἰς τὴν Θεολογικὴν Σχολὴν τῶν Ἀθηνῶν, γενόμενος ἀρχιδιάκονος τοῦ Μητροπολίτου Ἀθηνῶν Θεοφίλου. Ἐν ἔτει 1873ῳ μετέβη εἰς Ῥαιδεστὸν γενόμενος σχολάρχης, ἱεροκῆρυξ καὶ ἐπίτροπος τοῦ Μητροπολίτου Ἡρακλείας Παναρέτου. Ἐν ἔτει 1875ῳ προήχθη εἰς ἐπίσκοπον ὑπὸ τὸν ψιλὸν τίτλον τῆς Ναζιανζοῦ. Ἀπεστάλη ὡς ἔξαρχος τοῦ Οἰκουμενικοῦ Θρόνου εἰς Ἀδριανούπολιν. Ἐξελέγη ἀλληλοδιαδόχως Μητροπολίτης Τραπεζοῦντος, Θεσσαλονίκης, Ἰωαννίνων, Ἡρακλείας καὶ Ῥαιδεστοῦ. Ὡς ἐπίσκοπος Ἰωαννίνων προσέφερεν ὑψίστας ὑπηρεσίας εἰς τὸ ὑπ’ αὐτοῦ ποίμνιον προστατεύσας αὐτὸ ἐκ τῆς μανίας τῶν Τούρκων. Ἐν Ἡρακλείᾳ καὶ Ῥαιδεστῷ δὲ ἠργάσθη ἀόκνως ἀνεγείρων σχολεῖα, ναούς, εὐαγῆ ἱδρύματα πρὸς ἐξύψωσιν τοῦ ἐκκλησιαστικοῦ καὶ θρησκευτικοῦ φρονήματος τοῦ ποιμνίου. Ἐν τῷ καιρῷ τῆς Μικρασιατικῆς καταστροφῆς ἐγκατέλειψεν τὴν πατρώαν γῆν καὶ ὡς πρόσφυξ ἐγκατεστάθη ἐν Θεσσαλονίκῃ κομίζων καὶ τὴν σεπτὴν εἰκόνα τῆς Παναγίας τῆς Ῥευματοκράτειρος. Μετέβηκεν δὲ εἰς τὴν αἰώνιον ζωὴ πλήρης ἡμερῶν τῇ 25ῃ τοῦ μηνὸς Ἰουλίου, τοῦ ἔτους 1925. Ἀνακομιζομένων τῶν σεπτῶν αὐτοῦ λειψάνων, ἄῤῥητος εὐωδία ἐξῆλθεν ἐξ αὐτῶν καὶ πλήθη θαυμάτων ἐπειτελέσθησαν μηνὶ Ὀκτωβρίῳ, Εἰκοστή, ἔτους 1979.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἉγίουὉσιομάρτυρος Σιλβανοῦ, μαθητοῦ τοῦ Ἁγίου Μαξίμου τοῦ Γραικοῦ.
Πνεύματος κινύρα, Σιλβανέ, Ἁγίου,
ἐμαθήτευσας παρὰ πόδας Μαξίμου.
Οὗτος, ὑπῆρξεν μοναστὴς τῆς Λαύρας τοῦ Ἁγίου Σεργίου. Διαπνεόμενος ὑπὸ τοῦ ἰδίου πνεύματος τοῦ Γέροντός του Μαξίμου τοῦ Γραικοῦ, ἀνεδείχθη ἐφάμιλλος τῆς πνευματικῆς ἐκείνου γνώσεως. Ὁ Ἅγιος Σιλβανός, ἐκοιμήθη μαρτυρικῶς ἐνωρίτερον τοῦ Ἁγίου Μαξίμου τοῦ Γραικοῦ, δι’ ἐγκλωβισμοῦ αὐτοῦ ἐντὸς θαλάμου, δεινῆς ἀπαιωρήσεως αὐτοῦ καὶ ἀποπνιγμοῦ διὰ δηλητηριωδῶν ἀερίων, προϊόντων ἀτελοῦς καύσεως ξυλωδῶν ὑλῶν. Ὁ ἴδιος ὁ Μητροπολίτης Δανιήλ, παρέδωσεν εἰς θάνατον τὸν Ἅγιον ἐν τῇ μητροπολιτικῇ οἰκίᾳ, ἐν ἔτει 1539, ὀλίγον πρὸ τῆς καθαιρέσεώς του.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου Ζελτοβόδας, τοῦ θαυματουργοῦ τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ', τῆς Ἁγίας Ἄννης. Ὁ διασώσας ἐν πυρί.
Ὡς τῆς ζωῆς τῆς ἀληθοῦς, Ἄννα τὴν μητέρα τεκοῦσα, πρὸς τὴν ζωὴν τὴν ἀληθῆ, μετετέθης πιστῶς ἀνακράζουσα· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Ἡ τῆς μητρὸς τοῦ Λυτρωτοῦ, μήτηρ χρηματίσασα Ἄννα, ἀπὸ τῆς γῆς πρὸς οὐρανόν, ἀρεταῖς κοσμουμένη ἀνέδραμες, ἐν αἰνέσει κραυγάζουσα· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.
Πρὸς ἀτελεύτητον ζωήν, πρὸς εὐρυχωρότατον πλάτος, τοῦ Παραδείσου τῆς τρυφῆς, πρὸς ἀνέσπερον φῶς ἐξεδήμησας, θεοφόρε κραυγάζουσα· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Πεποικιλμένη ἀρεταῖς, κάλλει θεϊκῶν χαρισμάτων, κεκοσμημένη πρὸς Θεόν, μετετέθης ἀπαύστως κραυγάζουσα· ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.
Οἷάπερ ζεῦγος ἐκλεκτόν, ὁ Ἰωακεὶμ καὶ ἡ Ἄννα, τῷ παντοκράτορι Θεῷ, εὐηρέστησαν βίου λαμπρότητι, καὶ τεκεῖν ἠξιώθησαν, τὴν τεκοῦσαν τὸν τῶν ὅλων Θεὸν καὶ Κτίστην.
Θεοτοκίον.
Ὡραϊσμένη καλλοναῖς, ταῖς τῶν ἀρετῶν τὸν ὡραῖον, ὑπὲρ υἱοὺς τῶν γηγενῶν, ἀπεκύησας Λόγον Πανάμωμε, τὸν τερπναῖς ὡραιότησι, τοὺς αὐτὸν ὑμνολογοῦντας κατακοσμοῦντα.

Ἕτερος. Θεοῦ συγκατάβασιν.
Φυγοῦσα τὸ ὄνειδος, τῆς ἀπαιδίας Ἄννα περίδοξε, μήτηρ μόνη ἐδείχθης, τῆς ὄντως μόνης ἀπειρογάμου Μητρός, μεθ’ ἧς συμψάλλεις ἀλήκτως χορεύουσα· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.,
Τὸ θεῖον ἀνάκτορον, τοῦ Βασιλέως τῶν βασιλέων Χριστοῦ, γαλουχήσασαν Ἄννα, ἐμεγαλύνθης ὑπὲρ υἱοὺς γηγενῶν, καὶ σοῦ τὸ πάντιμον ᾄδεται ὄνομα, ἐν οὐρανῷ καὶ ἐν γῇ, οἷα Προγόνου Χριστοῦ.
Πληθὺς ἐπαγάλλεται, τῶν μονοτρόπων Ἄννα θεόκλητε, τῷ σῷ θείῳ τεμένει, προσερχομένη καὶ σὲ γεραίρουσα, καὶ συνῳδὰ τῷ Κυρίῳ κραυγάζουσα· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Φυλῆς ἐκβλαστήσασα, τῆς βασιλίδος Ἄννα θεόληπτε, τῆς Μητρὸς τοῦ Δεσπότου, καὶ Βασιλέως μήτηρ γεγένησαι, καὶ Βασιλείας τῆς ἄνω τετύχηκας, ἧς καὶ ἡμεῖς ταῖς λιταῖς, τύχοιμεν πάντες ταῖς σαῖς.
Ταῖς θείαις ἐμφάσεσι, τρανῶς ἡδόμενοι καὶ θεούμενοι, καὶ στεφόμενοι στέφει, ἀμαραντίνῳ τῆ παναλκεῖ δεξιᾷ, Ἰωακείμ τε καὶ Ἄννα πανόλβιοι, μέμνησθε πάντων ἡμῶν, τῶν εὐφημούντων ὑμᾶς.
Θεοτοκίον.
Θεὸν ἡ κυήσασα, ἀνερμηνεύτως μόνη πανύμνητε, δυσωποῦσα μὴ παύσῃ, τοῦ οἰκτειρῆσαι λαὸν καὶ ποίμνην Σου, καὶ διασῶσαι ἐκ πάσης κακώσεως, τοὺς ἐκβοῶντας ἀεί· χαῖρε Παρθένε ἁγνή῎

ᾨδὴ η'. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ.
Ἡ μήτηρ τῆς μόνης Θεοτόκου, ἡ στεῖρα τὸ πρίν, νῦν δὲ προμήτωρ Χριστοῦ, ὥσπερ τῆς στειρώσεως, οὕτω τῆς νεκρώσεως, ἐκδυσαμένη ἔνδυμα, ἐν χώρᾳ ζώντων βοᾷ· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Χριστὸς σοι τὰς πύλας ἐκπετάσας, τὰς ἄνω περιχαρῶς καθυπεδέξατο, πύλην ὅτι ἔτεκες, ἣν αὐτὸς διώδευσε, καὶ κεκλεισμένην ἔδειξε, μετὰ τὴν πάροδον, θεόφρον ἀξιάγαστε Ἄννα· ὅθεν σε τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ἁγίως τὸν βίον ἐκτελοῦσα, Ἁγίας ἀειπαρθένου Μήτηρ γέγονας, ἥτις τὸν πανάγιον, Λόγον ἀπεκύησεν, ἁγιασμὸν καὶ λύτρωσιν ἡμῖν παρέχοντα, θεόφρον ἀξιάγαστε Ἄννα· ὅθεν σε τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ἡ χάριτος θείας πληρωθεῖσα, καὶ χάρις κληθεῖσα θείῳ νεύματι, κόσμον τὸν ὁρώμενον, χαίρουσα κατέλιπε, καὶ πρὸς τὰ ὑπερκόσμια ψάλλουσα ἔφθασε· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἐκ ῥίζης βλαστήσαντες ἁγίας, τὴν ῥάβδον τῆς παρθενίας τὴν θεόβλαστον, θείᾳ βουλῇ ἔτεκον, ἐξ ἧς ἀνεβλάστησεν, ὡς ἄνθος ἀμαράντινον Χριστὸς ὁ Κύριος, Ἰωακεὶμ ὁμοῦ σὺν τῇ Ἄννῃ, πρὸς μονὰς ἀΰλους, μεθίστανται ἐν δόξῃ.
Θεοτοκίον.
Πολλοῖς συνεχόμενον κινδύνοις, καὶ σάλῳ τῆς ἁμαρτίας κινδυνεύοντα, ὅρμον πρὸς ἀκύμαντον, αὔραις ταῖς τοῦ Πνεύματος, Θεογεννῆτορ Δέσποινα, νῦν καθοδήγησον· λιμὴν Χριστιανῶν γὰρ ὑπάρχεις· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ἕτερος. Ἑπταπλασίως κάμινον.
Τὴν τῶν Δικαίων σήμερον, ἐκτελοῦντες πανήγυριν, δεῦτε ἐν κυμβάλοις ψαλμικοῖς ἠχήσωμεν· ἐκ γῆς γὰρ ἀφίστανται, καὶ πρὸς Θεὸν μεθίστανται, Ἰωακεὶμ καὶ Ἄννα, καὶ Ἀγγέλων χορείαις, καὶ πάντων τῶν Ἁγίων, συνόντες ἐν ὑψίστοις, ζωῆς τῆς ἀνωλέθρου, τρυφῶσιν εἰς αἰῶνας.
Ἰωακεὶμ ὁ πάνσεπτος, καὶ ἡ Ἄννα ἡ πάντιμος, ἡ τῶν Προπατόρων κορωνὶς ἡ ἔνθεος, οἱ στῦλοι οἱ ἄσειστοι, τὰ τῶν πιστῶν προπύργια, οἱ προασπισταί, τῶν ἐν ἀνάγκαις παντοίαις, οἱ εὔδιοι λιμένες, τῶν περιστατουμένων, ὑμνείσθωσαν συμφώνως, ᾀσμάτων μελῳδίαις.
Πατριαρχῶν ὁ σύλλογος, Ἀποστόλων ὁ θίασος, καὶ τῶν Προφητῶν Ἱεραρχῶν ὁμήγυρις, Μαρτύρων Ὁσίων τε, καὶ τῶν Δικαίων ὅμιλος, σὺν τοῖς Ἀσωμάτοις, σὲ ἀξίως αἰνοῦσιν, ὡς πάντων ὑπερτέραν, τῶν Ἁγίων θεόφρον· Προμήτωρ γὰρ ἐδείχθης, τοῦ πάντων Βασιλέως.
Χάρις θεόφρον κέκλησαι, καὶ τῆς χάριτος πέπλησαι, καὶ χάριτος θείας ἐπλήρωσας ἅπαντας· τὴν πλήρη γὰρ τέτοκας, ἁπάσης θείας χάριτος, τὴν θεοπρεπῆ, καὶ Μητροπάρθενον Κόρην, ἐξ ἧς ἡ τῶν ἁπάντων, σωτηρία ἐτέχθη, καὶ πλάνη κατηργήθη, καὶ ὄφις ἐνεκρώθη.
Τῇ ἀγχιστείᾳ ἔνδοξοι, τοῦ Χριστοῦ κλεϊζόμενοι, κλέος παρὰ πάντων ὑμῖν ἐποφείλεται· διὸ καὶ γεραίρομεν, ἐν θεοφθόγγοις ᾄσμασι, τὴν πανευκλεῆ, καὶ ἱερὰν ὑμῶν μνήμην, θερμῶς ὑμᾶς αἰτοῦντες, τοῦ ῥυσθῆναι κινδύνων, καὶ θλίψεων ποικίλων, ὑμῶν ταῖς ἱκεσίαις.
Θεοτοκίον.
Τῇ Σῇ πρεσβείᾳ ἄχραντε, καὶ θερμῇ προστασίᾳ Σου, καὶ τῇ ὀξυτάτῃ ὄντως ἀντιλήψει Σου, προστρέχει ἑκάστοτε, καὶ συμφορῶν καὶ θλίψεων, ῥύεται ταχύ, ὁ Σὸς ἀπόλεκτος κλῆρος· διὸ τῶν μοναζόντων, οἱ χοροὶ κατὰ χρέος, κηρύττουσι τοῖς πᾶσι, τὴν θαυμαστήν Σου χάριν.


ᾨδὴ θ'. Εὔα μὲν τῷ τῆς παρακοῆς.
Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ στειρώσεως κατάρας, λυθεῖσα εὐλογίαν τὴν τέξασαν, ἐκύησας ἁγνὴν Θεομήτορα· ᾗ συγχορεύεις ἀξιάγαστε.
Ἐκ γῆς τῆς γαστρός σου ἀληθῶς γεγέννηται, γῆ ἁγία ἀγεώργητος, στάχυν βλαστήσασα ἀσπόρως, τοῦ κόσμου τὸν τροφέα καὶ Κύριον, τὸν σὲ πρὸς τὴν τρυφὴν τὴν ἀδάπανον, Ἄννα πανσόφως μεταστήσαντα.
Ἐδέξατο ἄλυπος ζωὴ καὶ ἄφθαρτος, μετὰ τέλος σὲ Πανεύφημε, ξύλου ζωῆς νυνὶ μετέχεις, Δικαίων συνευφραίνῃ συστήματι, καὶ θείων Ἀσωμάτων στρατεύμασιν· ὅθεν σε πάντες μακαρίζομεν.
Ἡ μνήμη σου σήμερον ἡμῖν ἀνέτειλε, τοῦ ἡλίου τηλαυγέστερον, φέγγει πλουσίων χαρισμάτων, ἡμᾶς καταφαιδρύνουσα Πάνσεμνε, καὶ ζόφον παθημάτων ἐξαίρουσα, ἥν ἐκτελοῦντας ἡμᾶς φύλαττε.
Ὁ θεῖος, Ἰωακεὶμ ἡ Ἄννα τε, ἡ θεόφρων καὶ πανεύφημος, ζεῦγος σεπτὸν καὶ φωτοφόρον, προτρέπονται ἐνθέως εὐφραίνεσθαι, τῇ τούτων ἑορτῇ ἣν ἐφαίδρυνεν, ὁ φωτοδότης πάντων Κύριος.
Θεοτοκίον.
Μαρία κυρία τοῦ παντός, παντοίοις με δουλωθέντα πλημμελήμασι, σὺ ἐλευθέρωσον· αὐτὴ γάρ, τὸν ἐλευθερωτὴν πάντων τέτοκας, δουλείας τὸν ἡμᾶς λυτρωσάμενον, τῆς ἁμαρτίας θείῳ νεύματι.

Ἕτερος. Ἐξέστη τὰ σύμπαντα.
Ἐπέφανεν ἐπέλαμψεν ἡ φαιδρά, καὶ πανέορτος μνήμη σου ἔνδοξε, καὶ μοναστῶν, πλήθη καὶ χορεῖαι τῶν ἀσκητῶν, μετὰ λαοῦ θεόφρονος, τῷ περικαλλεῖ σου πάντες ναῷ, προσέδραμον ἐν πίστει, καὶ πόθῳ προσκυνοῦντες, τὸ θαυματόβρυτόν σου λείψανον.
Μετέστης πρὸς τὸ ὄντως ὃν ἐραστόν, πρὸς οὐράνιον λῆξιν καὶ ἄληκτον, πρὸς θεῖον φῶς, πρὸς τὸ πανυπέρτατον ἀγαθόν, ὅπου χαρὰ ἡ ἄῤῥητος, ὅπου τὸ ἀκρότατον ἐφετόν, ὁ ἦχος ἔνθα ἔστιν, ὁ τῶν ἑορταζόντων, ὧν ἀπολαύσαιμεν θεόληπτε.
Στησώμεθα χορείαν πνευματικήν, ψαλμικῶς τῷ Θεῷ ἡμῶν ᾄσωμεν, Δαβιτικῶς, ᾆσμα καινὸν θεῖον τῇ ἑορτῇ, τῆς εὐκλεοῦς Προμήτορος, τοῦ Θεοῦ τῶν ὅλων καὶ Ποιητοῦ, καὶ κράξωμεν ἐν πίστει· Ἄννα Θεοπρομῆτορ, ῥῦσαι κινδύνων τὰς ψυχὰς ἡμῶν.
Ἡ πάντιμος καὶ πάνσεπτος ξυνωρίς, συζυγία ἡ σώφρων καὶ ἄμεμπτος, Ἄννα σεμνή, σὺν τῷ θεολήπτῳ Ἰωακείμ, ὡς παῤῥησίαν ἔχοντες, οἷάπερ Προπάτορες τοῦ Χριστοῦ, γενήθητε προστάται, ἐν ὥρᾳ τοῦ θανάτου, τοῖς μετὰ πόθου ὑμᾶς μέλπουσι.
Τοὺς πόθῳ καὶ ἀγάπῃ εἰλικρινεῖ, τῷ σεπτῷ σου ναῷ προσεδρεύοντας, καὶ σὲ θερμῶς, ἀνυμνολογοῦντας Ἄννα σεμνή, ἐκ πάσης βλάβης φύλαττε, καὶ παντοίων λύτρωσαι πειρασμῶν, καὶ θείας μετουσίας, τῆς ἄνω Βασιλείας, μετόχους δεῖξον παμμακάριστε.
Θεοτοκίον.
Τὸν κλῆρόν Σου τὸν θεῖον καὶ εὐαγῆ, τὸ σεπτὸ ὄρος τοῦτο περίσῳζε, Μῆτερ Θεοῦ, ἐκ τῆς τῶν βαρβάρων ἐπιδρομῆς, δαιμονικῆς κακώσεως, θλίψεως παντοίας καὶ συνοχῆς, καὶ πάντας τοὺς ἐν τούτῳ, Σὲ ἐπικαλουμένους, τῆς ἄνω δόξης καταξίωσον.

Ἐξαποστειλάριον. Ἦχος β'. Τοῖς Μαθηταῖς
Χρεωστικῶς ὑμνήσωμεν, τὴν θεόκλητον Ἄνναν· τὴν Θεοτόκον αὕτη γάρ, τὴν Παρθένον Μαρίαν, κυήσασα παρ' ἐλπίδα, ἀγχιστεὺς κατὰ σάρκα, Χριστοῦ τοῦ Λυτρωτοῦ ἡμῶν, ἀνεδείχθη τοῦ ταύτην, θεοπρεπῶς, προσλαβόντος σήμερον ἐν ὑψίστοις, ὑπὲρ ἡμῶν πρεσβεύουσα, καὶ εἰρήνης τοῦ κόσμου. 
Ἕτερον. Ὁ οὐρανὸς τοῖς ἄστροις.
Ἡ τοῦ Χριστοῦ Προμήτωρ, Ἄννα ὑμνείσθω ἱερῶς, καὶ σὺν αὐτῇ γεραιρέσθω, Ἰωακεὶμ ὁ εὐκλεής· ὅτι ἐκύησαν κόσμῳ, τὴν Θεοτόκον Μαρίαν.

Αἶνοι. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Μνήμην τελοῦντες αἰσίαν, σὲ ἀνυμνοῦμεν Χριστέ, τὸν παραδόξως Ἄνναν, ἐκ ζωῆς τῆς προσκαίρου πρὸς τὴν ἄληκτον δόξαν, μεταστήσαντα νῦν, ὡς μητέρα ὑπάρχουσαν, τῆς σὲ τεκούσης ἀσπόρως ὑπερφυῶς, Θεοτόκου καὶ Παρθένου Μητρός.

Μνήμην ἁγίαν τελοῦντες, τῶν Προπατόρων Χριστοῦ, Ἰωακεὶμ καὶ Ἄννης, τῶν σεπτῶν καὶ ἀμέμπτων, δοξάζομεν ἀπαύστως, τὸν λυτρωτήν, καὶ οἰκτίρμονα Κύριον, τόν μεταστήσαντα τούτους πρὸς τὴν ζωήν, τὴν ἀγήρω καὶ ἀνώλεθρον.
 
Πρὸς τὰς ἀΰλους χορείας, καὶ τῶν Δικαίων σκηνάς, ἔνθα Ἀγγέλων τάξεις, ἔνθα δῆμος Ἁγίων, χαρὰ ἑορταζόντων ἄγεται νῦν, τῶν Δικαίων τὰ πνεύματα, Ἰωακεὶμ καὶ τῆς Ἄννης, οὓς εὐσεβῶς, εὐφημοῦντες μακαρίσωμεν. 

Τῶν Προπατόρων τὸ ζεῦγος τὸ ἐνθεώτατον, Ἰωακεὶμ καὶ Ἄνναν, τῶν Δικαίων τὴν δόξαν, ὑμνήσωμεν συμφώνως βοῶντες αὐτοῖς· ταῖς λιταῖς ἡμῶν Ἅγιοι, πρὸς τὸν Σωτῆρα φρουρεῖτε πάσης ὀργῆς, τὴν παροῦσαν ποίμνην πάντοτε.

Δόξα. Καὶ νῦν. Ἦχος β'
Δεῦτε φιλοπάρθενοι πάντες, καὶ τῆς ἁγνείας ἐρασταί, δεῦτε ἑορτάσωμεν, Ἄννης τὴν σεβάσμιον κοίμησιν· καὶ γὰρ ἔτεκεν ὑπερφυῶς τὴν πηγὴν τῆς ζωῆς, Μαρίαν τὴν θεόπαιδα, ἐξ ἧς ἐτέχθη ὁ Λυτρωτής, ὁ φωτίζων καὶ ἁγιάζων τὰς ψυχὰς ἡμῶν.

Μεγάλη Δοξολογία καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, Ἰωακεὶμ καὶ Ἄνναν, τοὺς Προπάτορας τοῦ Χριστοῦ, τοὺς ἀξιωθέντας, γεννῆσαι τὴν Παρθένον, τὴν μόνην Θεοτόκον καὶ παναμώμητον.







ΠΈΜΠΤΗ, 14 ΙΟΥΛΊΟΥ 2016


ΙΟΥΛΙΟΣ 17!! ΑΓΙΑ ΜΑΡΙΝΑ ΜΑΡΤΥΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ

ΙΟΥΛΙΟΣ ΙΖ΄!!
ΑΓΙΑ ΜΑΡΤΥΣ ΜΑΡΙΝΑ
ΑΚΟΛΟΥΘΙΑ


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στχηρὰ Προσόμοια. Ἦχος β΄.Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, ὥσπερ ἄνθος νοητόν, ῥίζης ἐκ δυσώδους ἐφύης, Μαρίνα πάνσεμνε, τότε τὴν οὐράνιον ὀσμὴν διέπνευσας, τῆς Χριστοῦ ἀγαθότητος, τούτου δεξαμένη, πίστιν τὴν σωτήριον, ψυχῆς θερμότητι· ὅθεν, καὶ Αὐτῷ νυμφευθεῖσα, ἤθλησας στεῤῥῶς καὶ τῆς πλάνης, ᾔσχυνας τὸ κράτος καλλιπάρθενε.

Ὅτε, τῶν ἐν κόσμῳ ἀγαθῶν, πᾶσαν ὑπερεῖδες τὴν σχέσιν, τῇ ἀγαπήσει Χριστοῦ, τότε ἔξω γέγονας σαρκὸς καὶ αἵματος, καὶ ὡς ἄσαρκος ἤνεγκας, σαρκὸς τὰς ὀδύνας, καὶ τοῖς πᾶσιν ἔδειξας, Χριστοῦ τὴν δύναμιν· ὅθεν, ὡς παρθένος καὶ Μάρτυς, θείων δωρεῶν καὶ χαρίτων, ἔνδοξε Μαρίνα κατηξίωσαι.

Ὅτε, τὸν ἀνίσχυρον ἐχθρόν, ᾔσχυνας σαρκὸς ἀσθενείᾳ, ἐν τῇ δυνάμει Χριστοῦ, τότε τῇ ἐνστάσει σου τῶν διωκτῶν τὰς ὁρμάς, κατεπάτησας πάνσεμνε, καὶ τῆς ἀθανάτου, δόξης ὤφθης μέτοχος, ὡς καλλιπάρθενος· ὅθεν, τῷ ἀφθάρτῳ νυμφῶνι, ἤδη συγχορεύουσα Μάρτυς, τῶν πταισμάτων αἴτει ἡμῖν ἄφεσιν.

Ὅτε, καὶ σιδήρου καὶ πυρός, ὤφθης στεῤῥοτέρα Μαρίαν, πίστεως χάριτι, τότε τοῖς σοῖς θαύμασι πολλοὺς προσήγαγες, σεσωσμένους τῷ Κτίστῃ σου, λιπόντας τὴν πλάνην, ὥσπερ θεῖα θύματα, οἰκείοις αἵμασιν· ὅθεν, σὺν αὐτοῖς ἐκδυσώπει, ἴασιν ψυχῶν καὶ σωμάτων, δίδοσθαι ἡμῖν τοῖς σὲ γεραίρουσι.

Δόξα. Ἦχος α΄.
Τὴν πατρικὴν λιποῦσαν ἀπάτην, τῷ Χριστῷ θερμῶς προσέδραμες, τῆς ἐν αὐτῷ ζωῆς τὴν ἔλλαμψιν, δεξαμένη καλλιπάρθενε· καὶ τὴν οἰκείαν ἀποῤῥίψασα ἀσθένειαν, ἀθλητικῶς ἠνδραγάθησας, στεῤῥοτάτῃ ψυχῇ· καὶ νῦν τῆς δόξης τοῦ Νυμφίου σου, ἀμέσως ἀπολαύουσα, ὑπὲρ ἡμῶν ἀπαύστως πρέσβευε, Μαρίνα παμμακάριστε.

Καὶ νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων Σου, σωθῆναι ἡμᾶς Παναγίας Παρθένε.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἔρωτι τοῦ Χριστοῦ, Μαρίνα ὡς ἔτρώθης, τῶν γεηρῶν ἁπάντων, ἀπέστης καὶ ἀθλήσει, ὡς ἄσαρκος ἠρίστευσας.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Ἤνεγκας τοὺς ξεσμούς, καὶ τοῦ πυρὸς τὴν ῥύμην, Μαρίνα ἀνενδότως, καὶ ἔφλεξας τῆς πλάνης, τὴν ἄκανθαν τοῖς ἄθλοις σου.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Χαίροις νύμφη Χριστοῦ, Μαρίνα Ἀθληφόρε, τῶν Παρθενομαρτύρων, ὡράϊσμα καὶ κλέος, καὶ εὐσεβῶν προσφύγιον.

Δόξα. Τριαδικόν.
Δόξῃ τῇ μυστικῇ, Τριάδος τῆς Ἁγίας, Μαρίνα λαμπομένη, τὸν ζόφον τῶν εἰδώλων, ἀθλητικῶς διέλυσας.

Καὶ νῦν. Θεοτοκίον.
Νύμφη περικαλλής, τοῦ Σοῦ Υἱοῦ ἐδείχθη, Μαρίνα ἡ παρθένος, Παρθένε Θεοτόκε, ἀθλήσει διαλάμψασα.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Μάρτυς πάνσεμνε, ἠγλαϊσμένη, καλλιπάρθενε, ὡραία νύμφη, Χριστοῦ τοῦ Λόγου Μαρίνα πανεύφημε, τῆς παρθενίας τῷ κάλλει λελάμπρυνσαι, καὶ μαρτυρίου στεφάνῳ κεκόσμησαι· Ὃν ἐκήρυξας, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.



ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ'. τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! τὴν ἐπηρμένην ὀφρύν, τοῦ τὴν γῆν καὶ τὴν θάλασσαν, ἐξαλείφειν φάσκοντος, πρὸς τὴν γῆν ἐταπείνωσεν, ἁπαλὴ κόρη καὶ παναμώμητος, τὰς πανουργίας αὐτοῦ νικήσασα. Ὢ τῆς δυνάμεως, τοῦ Σταυροῦ καὶ χάριτος! ἥτις ἡμῶν, πᾶσαν ὑπεστήριξε, σαφῶς ἀσθένειαν.

Μάρτυς Μαρῖνα πανένδοξε, τὰς οὐρανίους μονάς, ἐπαξίως οἰκήσασα, σὺν παρθένων τάγμασι, καὶ Μαρτύρων στρατεύμασι, τοὺς ἐκτελοῦντας πίστει τὴν μνήμην σου, καὶ προσιόντας πιστῶς τῇ σκέπη σου, σῷζε πρεσβείαις σου, καὶ πταισμάτων ἄφεσιν παρὰ Θεοῦ, αἴτησαι καὶ λύτρωσιν, καὶ μέγα ἔλεος.

Μάρτυς Μαρῖνα Πανεύφημε, οὔτε βασάνων τὸ πῦρ, οὐ τρυφῆς ἡ ἀπόλαυσις, οὐ τοῦ κόσμου χάριτες, οὐ τερπνότης νεότητος, τῆς πρὸς Χριστὸν ἀγάπης ἐχώρισεν, ἐφιεμένην τῆς ὡραιότητος, τῆς ὑπὲρ ἔννοιαν, τοῦ σεπτοῦ νυμφίου σου, ἐπιτυχεῖν, ἧσπερ κατηξίωσαι, θεομακάριστε. 

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τὴν πατρώαν ἀσέβειαν, νουνεχῶς καταλείψασα, τῷ Χριστῷ προσέδραμες καλλιπάρθενε, καὶ τῆς αὐτοῦ ἀγαπήσεως, τρωθεῖσα τῷ ἔρωτι, ἠκολούθησας Αὐτῷ, δι’ ἀγώνων ἀθλήσεως, οὓς διήνυσας, ἀνενδότως Μαρίνα καρτερίᾳ, διὰ τοῦτό σου τὴν μνήμην, τὴν φωταυγῆ ἑορτάζομεν.

Τοὺς ξεσμοὺς ὥσπερ ἄσαρκος, καὶ μαστίγων τὴν ἔφοδον, καὶ τὸ πῦρ ὑπέμεινας καρτερώτατα, τῆς ἀσθενείας τῆς φύσεως, σεμνὴ ἀλογήσασα, καὶ νενύμφευσαι Χριστῷ, ὡς παρθένος ἀκήρατος, ᾧ προσήγαγες, ὥσπερ προῖκα πολύτιμον Μαρίνα, τοὺς αὐτῷ πεπιστευκότας, τοῖς θαυμασίοις σου ἔνδοξε.

Τῆς ψυχῆς τὴν λαμπρότητα, τῷ ὡραίῳ τοῦ σώματος, πᾶσιν ὑπεφαίνουσα καλλιπάρθενε, τῆς εὐσεβείας τὴν δύναμιν, ἐκλάμπουσαν ἔδειξας, δι’ ἀγώνων ἀνδρικῶν, τῆς στερεᾶς σου ἀθλήσεως, δι’ ὧν ἤσχυνας, τὸν ὀφθέντα ἐχθρόν σοι Ἀθληφόρε, καὶ ἐδέξω οὐρανόθεν, τὴν τῶν θαυμάτων ἐνέργειαν.

Δόξα. Ἦχος β'
Ἐν φωνῇ ἀγαλλιάσεως, καὶ ἐν ψαλμοῖς ἀλαλαγμοῦ, ἀνυμνήσωμεν Μαρῖναν τὴν μάρτυρα· ὅτι καθεῖλεν ἐπὶ γῆς τῶν εἰδώλων τὴν πλάνην, καὶ τὸν ἀντίπαλον ἐχθρὸν ἀνδρείως ἐν τοῖς ποσὶν αὐτῆς κατεπάτησε· διὸ καὶ τελειωθεῖσα, εἰς οὐρανοὺς ἀνίπταται, τὴν κάραν στεφηφοροῦσα καὶ ἀνακράζουσα· Σὲ νυμφίε μου ποθῶ, καὶ τὸ τοῦ πόθου φίλτρον ἔχουσα, ὑπὲρ σοῦ τὰς σάρκας μου τῷ πυρὶ παρέδωκα, κατασκηνώσω οὖν εἰς τὰς αἰωνίους σου μονάς, ἔνθα ἐστὶ τῶν εὐφραινομένων ἡ κατοικία. 

Καὶ νῦν. Θεοτοκίον
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε  πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (ΙΔ΄)
Σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους· ἡ δὲ ἄφρων κατέστρεψε ταῖς χερσὶν αὐτῆς. Ὁ πορευόμενος ὀρθῶς, φοβεῖται τὸν Κύριον· ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ, ἀτιμασθήσεται. Ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως· χείλη δὲ σφῶν φυλάξει αὐτούς. Οἰκίαι ἀσεβῶν ἀφανισθήσονται· σκηναὶ δὲ κατορθούντων στήσονται. Ὀξύθυμος πράσσει μετὰ ἀβουλίας· ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει. Φίλοι μισήσουσι φίλους πτωχούς· φίλοι δὲ πλουσίων πολλοί. Ὁ ἀτιμάζων πένητα, ἁμαρτάνει· ἐλεῶν δὲ πτωχούς, μακάριος ἔσται. Ἐν πολλῷ ἔθνει δόξα βασιλέως· ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυνάστου. Πραΰθυμος ἀνὴρ καρδίας ἰατρός· σὴς δὲ ὀστέων καρδία αἰσθητική. Ὁ συκοφαντῶν πένητα, παροξύνει τὸν ποιήσαντα αὐτόν· ὁ δὲ τιμῶν αὐτόν, ἐλεεῖ πτωχόν. Δικαιοσύνη ὑψοῖ ἔθνος· ἐλασσονοῦσι δὲ φυλὰς ἁμαρτίαις. Δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων, τῇ δὲ αὐτοῦ εὐστροφία ἀφαιρεῖται ἀτιμίαν.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  
Εἰς τὴν Λιτήν. Ἦχος α'
Ὡς ἐν πέτρᾳ στερρᾷ, τῆς ὁμολογίας Χριστοῦ προσερεισθεῖσα, Μαρῖνα πανεύφημε, τὸν παλαμναῖον ἐχθρὸν εἰς χάος ἐβύθισας, καὶ στέφος τῆς νίκης ἐπάξιον ἀπείληφας.

Ὁ αὐτός
Μετὰ τῶν ἄνω ταγμάτων, συνηριθμήθης ἔνδοξε, κόσμον λιποῦσα, καὶ τὸν Χριστὸν ποθήσασα, Μαρῖνα πάνσεμνε, αἰτοῦσα ἡμῖν τὸ μέγα ἔλεος.

Ἦχος β'
Ὡς ἀλάβαστρον μύρου, τὸ αἷμά σου προσενήνοχας τῷ σῷ νυμφίῳ Χριστῷ, Μαρῖνα μάρτυς ἀθληφόρε ἀήττητε, ἀντάμειψιν δὲ εἴληφας στέφος ἄφθαρτον, παρ' αὐτοῦ ἀξιάγαστε· ὅθεν καὶ τὸν ἀρχέκακον ἐχθρόν, ὡραίοις σου ποσὶ κατεπάτησας, τῇ ἐπικλήσει τοῦ σωτηρίου ὀνόματος τοῦ Σωτῆρος Χριστοῦ· διὸ καὶ οὐρανίων θαλάμων ἠξιώθης, ὡς παρθένος, καὶ μάρτυς Χριστοῦ πολύαθλε.

Ἦχος δ'
Δοξάζομέν σου Χριστέ, τὴν πολλὴν εὐσπλαγχνίαν καὶ τὴν ἀγαθότητα, τὴν εἰς ἡμᾶς γενομένην, ὅτι καὶ γυναῖκες κατήργησαν τὴν πλάνην τῆς εἰδωλομανίας, δυνάμει τοῦ Σταυροῦ σου φιλάνθρωπε. Τύραννον οὐκ ἑπτοήθησαν, τὸν δόλιον κατεπάτησαν, ἴσχυσαν δὲ ὀπίσω σου ἐλθεῖν, εἰς ὀσμὴν μύρου σου ἔδραμον, πρεσβεύουσαι ὑπέρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Ἦχος πλ. α'
Τῇ παρθενικῇ σου θελχθεὶς ὡραιότητι, ὁ Βασιλεὺς τῆς δόξης Χριστός, ὡς ἀμώμητον νύμφην ἑαυτῷ σε ἡρμόσατο, ἀκηράτῳ συναφείᾳ· ἐν γὰρ τῷ θελήματι αὐτοῦ παρασχόμενος τῷ κάλλει σου δύναμιν, κατ' ἐχθρῶν τε καὶ παθῶν, ἀήττητον ἔδειξεν, ἐγκαρτερήσασαν δὲ αἰκίαις πικραῖς, καὶ βασάνοις δριμυτάταις, διπλῷ στέφει δισσῶς σε κατέστεψε, καὶ παρέστησεν ἐκ δεξιῶν αὐτοῦ, ὡς βασίλισσαν πεποικιλμένην. Αὐτὸν δυσώπησον, παρθενομάρτυς Μαρῖνα πανεύφημε, τοῖς ὑμνηταῖς σου δοθῆναι σωτηρίαν, καὶ ζωήν, καὶ μέγα ἔλεος.

Καὶ νῦν ... Θεοτοκίον
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν. 

Εἰς τὸν Στίχον, Στιχήρά Προσόμοια. Ἦχος β'. Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρόν.
Δεῦτε, φιλομάρτυρες πιστῶς, τὴν ὑπὲρ τοῦ πάντων Δεσπότου στερρῶς ἀθλήσασαν, μάρτυρα τιμήσωμεν, Μαρῖναν νύμφην Χριστοῦ· παρθενίας χιτῶνι γάρ, τὸ σῶμα κοσμοῦσα, χρύσεον ὡς ὕφασμα, τούτῳ ἐπέθηκεν, αἷμα, τοῦ σεπτοῦ μαρτυρίου, καὶ διπλοῖς κοσμεῖται στεφάνοις, καὶ τῷ στεφανίτῃ νῦν παρίσταται.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Μέγα, τὸ κατόρθωμα τὸ σόν, μέγα καὶ πανάριστον ὄντως, σοῦ τὸ ἐκνίκημα· φύσις γὰρ εὐπτόητος, καὶ εὐταπείνωτος, τὸν ἀόρατον δράκοντα, τὸ ὄρος τὸ μέγα, νοῦν τὸν πολυμήχανον, Μαρῖνα σὺ ἀληθῶς, εἷλες εὐτελὲς ὡς στρουθίον καὶ καταπατοῦσα χορεύεις, νῦν μετὰ Ἀγγέλων ἀξιάγαστε.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Λόγου, τοῦ φανέντος ἐπὶ γῆς νύμφη ἐκλεκτὴ ἀνεδείχθης, Μαρῖνα σὺ ἀληθῶς, κάλλει διαλάμπουσα, ἐνθέων πράξεων, καὶ μαραίνουσα χάριτι, φυτὰ ἀθεΐας· ὅθεν τήν πανίερον μνήμην σου σέβομεν, πόθῳ, καὶ λειψάνων τὴν θήκην, νῦν περιπτυσσόμεθα χάριν, ἐξ αὐτῆς ἰάσεων λαμβάνοντες.

δόξα. Ἦχος πλ. β'
Ἐκ δεξιῶν τοῦ Σωτῆρος, παρέστη ἡ παρθένος, καὶ ἀθληφόρος καὶ Μάρτυς, περιβεβλημένη ταῖς ἀρεταῖς τὸ ἀήττητον, καὶ πεποικιλμένη ἐλαίῳ τῆς ἁγνείας, καὶ τῷ αἵματι τῆς ἀθλήσεως, καὶ βοῶσα πρὸς αὐτὸν ἐν ἀγαλλιάσει, τὴν λαμπάδα κατέχουσα· Εἰς ὀσμὴν μύρου σου ἔδραμον, Χριστὲ ὁ Θεός, ὅτι τέτρωμαι τῆς σῆς ἀγάπης ἐγώ, μὴ χωρίσῃς με νυμφίε ἐπουράνιε. Αὐτῆς ταῖς ἱκεσίαις κατάπεμψον ἡμῖν, παντοδύναμε Σωτήρ, τὰ ἐλέη σου.

Καὶ νῦν. Θεοτοκίον
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῆς Ἀθληφόρου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Μάρτυς πάνσεμνε, ἠγλαϊσμένη, καλλιπάρθενε, ὡραία νύμφη, Χριστοῦ τοῦ Λόγου Μαρίνα πανεύφημε, τῆς παρθενίας τῷ κάλλει λελάμπρυνσαι, καὶ μαρτυρίου στεφάνῳ κεκόσμησαι· Ὃν ἐκήρυξας, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς ῥόδον εὐθαλές, καὶ πανεύοσμον κρίνον, ἐξήνθησας σεμνή, ἀκανθώδους ἐκ ῥίζης, καὶ κόσμον εὐωδίασας, ταῖς ὀσμαῖς τῶν ἀγώνων σου· ὅθεν σήμερον, τὴν σὴν γεραίροντες μνήμην, ἀνυμνοῦμέν σε, Μεγαλομάρτυς Μαρίνα, Χριστὸν μεγαλύνοντες.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὀπίσω Σου ἁγνή, ἠκολούθησε πόθῳ, Μαρίνα ἡ σεμνή, καὶ θεόληπτος Κόρη, καὶ Νύμφη ἀδιάφθορος, τοῦ ἐκ Σοῦ ἀνατείλαντος, ἀναδέδεικται, Θεοκυῆτορ Παρθένε, δι’ ἀθλήσεως, καταβαλοῦσα τὸν ὄφιν, ὑμνοῦσα τὴν δόξαν Σου.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ξεσμοὺς καθυπέμεινας καὶ τῶν λαμπάδων σεμνή, τὴν ἔκκαυσιν ἤνεγκας, ἀπεριτρέπτῳ ψυχῇ, Μαρίνα πανεύφημε· ὅθεν καὶ τοῦ βελίαρ, ὁρατῶς σοι ὀφθέντος, ἤσχυνας τὴν μανίαν, τῇ δυνάμει τῇ θείᾳ, οὗ τῆς ἀπάτης λύτρωσαι, ἡμᾶς τοὺς τιμῶντάς σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τεχθεὶς ἐξ αἱμάτων Σου ὁ τῶν ἁπάντων Θεός, τὸν κόσμον ἐῤῥύσατο ἐκ τῆς ἀρχαίας ἀρᾶς, δι’ ἄφατον ἔλεος· ὅθεν Σε Θεοτόκε, κατὰ χρέος ὑμνοῦμεν, πάντες οἱ σεσωσμένοι, τῷ ἀφράστῳ Σου τόκῳ, καὶ πίστει τῇ θερμῇ Σου, πρεσβείᾳ προστρέχομεν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ὥσπερ παρθένος ἐκλεκτὴ καὶ ὡραία, γνώμην θεόφρονα ἐκτήσω Μαρίνα, καὶ τῷ Σωτῆρι πάνσεμνε νενύμφευσαι· ὅθεν καὶ ἀθλήσασα, σκληροτάταις βασάνοις, χαίρουσα ἀνέδραμες, πρὸς νυμφῶνα τὸν θεῖον, καὶ καθορᾷς τὸ κάλλος τοῦ Χριστοῦ, ὑπὲρ τοῦ κόσμου, ἀπαύστως πρεσβεύουσα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὁ ἐκ μὴ ὄντων ὑποστήσας τὰ πάντα, ἐκ τῶν ἀχράντων σου σαρκοῦται αἱμάτων, ἀναλλοιώτως Κόρη ὑπὲρ ἔννοιαν, πλούτῳ ἀγαθότητος, διασώζων τὸν κόσμον· ᾧ ἀπαύστως πρέσβευε, Θεοτόκε Παρθένε, δοῦναι πταισμάτων ἄφεσιν ἡμῖν, τοῖς προσκυνοῦσι, τὴν ἄῤῥηστον δόξαν Σου.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον, τῶν Δέκα Παρθένων.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τῆς παρθενίας τὸ κάλλος, ἄσυλον τηρήσασα τῷ σῷ Νυμφίῳ Χριστῷ, τῶν παθῶν Αὐτοῦ Μάρτυς ἐχρημάτισας, Μαρίνα μεγαλώνυμε· τῆς γὰρ θνησκούσης σαρκός, οὐδόλως ἐφρόντισας, καὶ ὡς χρυσὸς ἐν καμίνῳ ἐδοκιμάσθης, ταῖς ποικίλαις βασάνοις· καὶ νῦν τῆς δόξης τοῦ Χριστοῦ κατατρυφῶσα, πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῆς Ἁγίας δύο.
Ὁ α’ Κανὼν τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς:Χριστοῦ Παρθενομάρτυρα νύμφην ᾄσμασι μέλπω. Ποίημα Θεοφάνους.

ᾨδὴ α'. Ἦχος πλ. δ'. Ὑγρὰν διοδεύσας.
Χορεύουσα Μάρτυς περὶ Θεόν, καὶ τῶν λαμπηδόνων, πληρουμένη τῶν παρ' αὐτοῦ, αἴγλην μοι παράσχου φωτοφόρον, ταῖς σαῖς πρεσβείαις καλλιπάρθενε.
Ῥεόντων τὸ ἄστατον καὶ φθαρτὸν σοφῇ διανοίᾳ, κεχρημένη Μάρτυς Χριστοῦ, παρεῖδες ἐμφρόνως καὶ δικαίως, κατηξιώθης τῆς ἄνω λαμπρότητος.
Ἱκέτης προσέρχομαι σοὶ σεμνή, ταῖς σαῖς ἱκεσίαις, τῶν τοῦ βίου με δυσχερῶν, διάσωσον Μάρτυς ἀθληφόρε, καὶ τῶν παθῶν μου κατεύνασον τάραχον.
Σοφίᾳ καὶ χάριτι λαμπρυνθείς, ὁ νοῦς σου Μαρῖνα, τῶν τυράννων τὰς ἀπειλάς, οὐκ ἔπτηξε μάρτυς τοῦ Σωτῆρος, θείᾳ δυνάμει κρατυνόμενος.
Θεοτοκίον
Τὴν τρίβον ὑπέδειξας τῆς ζωῆς, ζωὴν οὐσιώδη συλλαβοῦσα καὶ σαρκικῶς, κυήσασα ταύτην Θεομῆτορ, καὶ τὰ δεσμὰ τοῦ θανάτου διέῤῥηξας.

Ὁ δεύτερος Κανών, οὗ ἡ Ἀκροστιχὶς ἐν τῇ θ' ᾨδῇ: Ἰωσήφ.
ᾨδὴ α'. Ἦχος δ'. Θαλάσσης, τὸ ἐρυθραῖον.
Μαρτύρων, περιφανῶς λαμπρότησι, περιαστράπτουσα, περὶ Θεὸν χορεύεις ἱερῶς, θεουμένη Πανεύφημε, καὶ φωτισμὸν πρεσβείαις σου, παρεχομένη τοῖς ὑμνοῦσί σε.
Ἀθλήσει, τὴν ψυχικὴν νεώσασα, θεόφρον ἄρουραν, τοῦ μαρτυρίου στάχυν γεωργεῖς, γεωργῷ συντηρούμενον, τῷ τὴν ἰσχὺν σοι πνεύσαντι, Παρθενομάρτυς ἀξιάγαστε.
Πορφύραν, σῶν ἐξ αἱμάτων βάψασα, καὶ στολισθεῖσα φαιδρῶς, περιφανῶς τὰ ἄνω κατοικεῖς, ὡς παρθένος βασίλεια, καὶ θεϊκαῖς λαμπρότησι, μάρτυς Μαρῖνα κατηγλάϊσαι.
Ῥωσθεῖσα, τοῦ παντουργοῦ πανεύφημε, δυνάμει Πνεύματος, τὸν ἰσχυρὸν ἀνδρείως συμπλοκαῖς, ἐταπείνωσας τύραννον, μεγαλαυχίᾳ χρώμενον, καὶ σοῖς ποσὶ Μάρτυς ὑπέταξας.
Θεοτοκίον
Δοχεῖον, χωρητικὸν γεγένησαι τῆς θείας χάριτος, Θεογεννῆτορ ἄχραντε· διό, σε Μαρῖνα ποθήσασα, παρθενικῶς ὀπίσω σου, τῷ σῷ Υἱῷ προσαπενήνεκται.


ᾨδὴ γ'. Τῆς Ἁγίας. Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεός.
Οὐ πῦρ οὐδὲ μάστιγες, οὐδὲ ξίφους ἀκμή, οὐ τυράννων ὠμότητες, οὐδὲ θάνατος, οὐ θηρῶν ἀγριότης, τῆς θείας ἐχώρισεν, ἀγάπης σε Πανόλβιε.
Ὑπῆρξας ἄσειστος καὶ ἀσάλευτος, ἐν καιρῷ περιστάσεως, πύργος πανένδοξε, εὐσεβείας κρηπῖδα, θεμένη τῆς πίστεως, ἐν πέτρᾳ Παμμακάριστε.
Παρθένος ἐν μάρτυσιν ἐχρημάτισας, ἐν παρθένοις ἀήττητος, Μάρτυς γεγένησαι, τῷ Χριστῷ νυμφευθεῖσα, διπλοῦν σοι παρέχοντι, τὸν στέφανον πανόλβιε.
Ἁγίων αἱμάτων σου Καλλιπάρθενε, οἱ κρουνοὶ προχεόμενοι, πᾶσαν κατέσβεσαν, τῶν εἰδώλων τὴν πλάνην, καὶ δῆμον προσήγαγον, Μαρτύρων τῷ νυμφίῳ σου.
Θεοτοκίον
Ῥωσθέντες τῇ χάριτι, Θεοτόκον σε ὁμοφρόνως δοξάζομεν, σάρκα γενόμενον, τὸν τὸ εἶναι τοῖς πᾶσι· διδοῦντα γὰρ τέτοκας, καὶ κόσμον ἀνεκαίνισας.

Ἕτερος. Εὐφραίνεται ἐπὶ σοί
Τὸ πάθος τοῦ ἀπαθοῦς, τοῦ νεκρωθέντος δι' ἡμᾶς νέκρωσιν, Μάρτυς σεμνὴ στέργουσα, τὸν μαρτυρικὸν θνῄσκεις θάνατον.
Μεγίστων ἐπιτυχεῖν, ἐφιεμένη δωρεῶν πάνσεμνε, πόνους σαρκὸς ἔφερες, ὡς ἐν ἀλλοτρίῳ τῷ σώματι.
Αἱμάτων σου σταλαγμοῖς, τῆς ἀθεΐας τὴν πυρὰν ἔσβεσας, καὶ τῶν πιστῶν ἤρδευσας, ὦ Μαρῖνα μάρτυς τὸ φρόνημα.
Ὡς μάρτυς μαρτυρικήν, ἐνδεικνυμένη καρτερῶς ἔνστασιν, τὸν πτερνιστὴν πτέρναις σου, ταῖς ὡραιοτάταις συνέτριψας.
Θεοτοκίον
Κυρίως καὶ ἀληθῶς, σὲ Θεοτόκον οἱ πιστοὶ σέβομεν· σὺ γὰρ Θεὸν τέτοκας, σάρκα γεγονότα Πανάμωμε.

Κάθισμα. Ἦχος δ' . Κατεπλάγη Ἰωσήφ.
Μαρῖνα μάρτυς τοῦ Χριστοῦ, ἀνευφημοῦμέν σε πιστοί, ὅτι τὸν τύραννον ἐχθρόν, ἐν τῇ δυνάμει τοῦ Σταυροῦ, ἐν τοῖς ποσὶ κατεπάτησας γενναιοφρόνως, καὶ γέγονας ἡμῖν, ἀνδρεία πίστεως, πᾶσαν τοῦ ἐχθροῦ, πατοῦσα δύναμιν· καὶ οὐρανόθεν ἔλαβες τὸν στέφανον, τῇ κορυφῇ σου ἀοίδιμε, Χριστὸν δυσώπει, σωθῆναι πάντας, τούς τελοῦντας τὴν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς ἱερεύσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει Παρθένος.

ᾨδὴ δ'. Τῆς Ἁγίας. Σύ μου ἰσχὺς Κύριε.
Θεοπρεπής, γέγονεν ὄντως ὁ βίος σου, τοῖς Ἀγγέλοις, ὤφθη ποθεινότατος, τῶν δὲ δαιμόνων τῇ στρατιᾷ, καὶ τοῖς ὑπηρέταις, ἐκείνων τῆς ἀγριότητος, ἀπρόσιτος ἐδείχθη· τῷ Χριστῷ γὰρ ἐβόας, τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
Ἐπὶ τῆς γῆς, ἠγωνισαμένη πανόλβιε, καὶ προσκαίρους, πόνους ὑπομείνασα, ἐν οὐρανοῖς, νῦν τὰς ἀμοιβάς, παρὰ τοῦ Δεσπότου, κομίζῃ Μάρτυς ἀοίδιμε, ἀπείρους εἰς αἰῶνας, σὺν Ἀγγέλοις βοῶσα, τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
Νῦν ἐπὶ σοί, χαίρει Παρθένων τὸ καύχημα, νῦν Μαρτύρων, ὅμιλος εὐφραίνεται, νῦν καὶ τὸ πλῆθος τῶν εὐσεβῶν, ἐπισυναχθέντες, χορεύουσιν ἀγαλλόμενοι, βοῶντες τῷ Δεσπότῃ, ἐν φωναῖς ἀσιγήτοις, τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
Ὅλη καλή, πέφηνας κόρη καὶ ἄσπιλος, ὤφθης ὅλη, νύμφη παναμώμητος, τῷ τῶν ψυχῶν, κάλλους ἐραστῇ· διὰ γὰρ βασάνων, πυρώσεως Παμμακάριστε, ἐφάνης λαμπροτέρα, τῷ Χριστῷ μελῳδοῦσα, τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
Θεοτοκίον
Μόνη ἁγνή, καὶ μετὰ τόκον διέμεινας· σὺ γὰρ Λόγον, μόνη ἐνυπόστατον, τὸν τῷ Πατρί, σύνθρονον Υἱόν, ἐκ σοῦ σαρκωθέντα, γεγέννηκας Θεονύμφευτε, καὶ φέρεις ἐν ἀγκάλαις, τὸν ἀχώρητον πᾶσι, καὶ τὸν πάντων τὸ κράτος κατέχοντα.

Ἕτερος. Ἐπαρθέντα σε ἰδοῦσα.
Μαρτυρίου διαλάμπουσα λαμπηδόσι, καὶ ἀφθαρσίας στέφανον, ἀναδησαμένη, χαίρουσα παρίστασαι, Χριστῷ τῷ νυμφίῳ σου, ὦ Μαρῖνα μάρτυς πανεύφημε.
Τὸν πτερνίσαντα ἀπάτῃ τὴν πρώτην Εὔαν, μαρτυρικαῖς ἐνστάσεσι, τρέψασα καθεῖλες, δείξασα ἀνίσχυρον, καὶ χαίρουσα ἔκραζες· Δόξα τῇ δυνάμει σου Κύριε.
Σὲ τὴν ἄσπιλον ἀμνάδα καθάπερ λύκοι, οἱ δυσμενεῖς σπαράττοντες, Μάρτυς ταῖς αἰκίαις, ἄμωμον ὁλόκληρον, Θεοῦ ἀπετέλεσαν, θεῖον ἱερεῖον καὶ σφάγιον.
Τοῦ ποιμένος θείοις ἴχνεσιν ἑπομένη, τὸ δι' αὐτὸν ὑπέμεινας, ἑκούσιον πάθος, Μάρτυς καὶ ἐσκήνωσας, εἰς μάνδραν οὐράνιον, ἔνθα τῶν Μαρτύρων τὰ τάγματα.
Θεοτοκίον
Ἡ πανάμωμος καὶ μόνη ἁγιωτέρα, τῶν Χερουβὶμ φανεῖσα, τὰς ψυχὰς ἡμῶν σῶσον, πάσης περιστάσεως, τῶν πίστει ὑμνούντων σε, ἄχραντε Παρθένε Θεόνυμφε.

ᾨδὴ ε'. Τῆς Ἁγίας. Ἵνα τὶ με ἀπώσω.
Ἀθλητῶν ἐν σταδίῳ, δρόμον συντονώτατον κόρη διήνυσας· ὁ γὰρ θεῖος πόθος, τὸ τοῦ θήλεος χαῦνον ἐπτέρωσε, προφανῶς δεικνύων, τὸν λογισμὸν τῶν παθημάτων, αὐτοκράτορα Μάρτυς ὑπάρχοντα.
Ῥανίδες σῶν αἱμάτων, Μάρτυς ἀποστάζουσαι χλαίναν πολύτιμον, καὶ τῆς ἀκηράτου, εὐφροσύνης χιτῶνα ἐξύφαναν, ὄνπερ νῦν θεόφρον, ἐν οὐρανοῖς ἐνδεδυμένη, νοητῷ σου νυμφίῳ παρίστασαι.
Τοῖς δεσμοῖς τῶν εὐχῶν σου, Κόρη τὸν μεγάλαυχον ὄφιν ἐδέσμευσας, καὶ ὀφρὺν τὴν πρώην, ἐπηρμένην πρὸς γῆν ἐταπείνωσας· ἐκτελεῖν γὰρ οἶδεν, ὡς ἀγαθὸς ὁ παντεπόπτης, τῶν αὐτὸν φοβουμένων τὸ θέλημα.
Ὑπερτέρας σε δόξης, θείοις διαδήμασιν ὄντως ἐκόσμησεν, ὁ νυμφίος Λόγος, δι' αὐτὸν ἐναθλοῦσαν θεώμενος, καὶ πυρὸς τὴν φλόγα, καὶ αἰκισμῶν τὰς ἀλγηδόνας, καρτερῶς ὑπομένουσαν Ἔνδοξε.
Θεοτοκίον
Ῥυπτομένην ὁρῶντες, τῷ τῆς παρθενίας σου τόκῳ Πανάμωμε, τῶν βροτῶν τὴν φύσιν, τῆς κατάρας τῆς πρώην δοξάζομεν, τὸν ἐκ σοῦ τεχθέντα, μόνη ἁγνὴ δι' εὐσπλαγχνίαν, ὃν δυσώπει Παρθένε σωθῆναι ἡμᾶς.

Ἕτερος. Σὺ Κύριέ μου φῶς.
Φῶς γέγονας φωτί, τῷ μεγάλῳ τρανότερον, ἐγγίζουσα καὶ φωτίζεις, φωτοφόρον τὴν μνήμην, τὴν σὴν τοὺς ἑορτάζοντας.
Σοῦ μόνου καλλοναῖς, ὡς παρθένος ἐνήδομαι, σὲ Κύριε ἀγαπῶσα, σφαγιάζομαι ξίφει, Μαρῖνα ἀνεκραύγαζε.
Ῥοῦν Μάρτυς δυσσεβῶν, ἀθεΐας ἐξήρανας, τοῖς ῥεύμασι τῶν αἱμάτων, τῶν ἀδίκως χυθέντων, καὶ πῦρ ἀπάτης ἔσβεσας.
Ὁλόκληρον σαυτήν, τῷ Θεῷ προσενήνοχας, ἐρύθημα παρθενίας, ταῖς βαφαῖς τῶν αἱμάτων, λαμπρότερον τελέσασα.
Θεοτοκίον
Ῥοῦς ἔστη τῆς φθορᾶς· ἡ Παρθένος ἀφθόρως γάρ, γεγέννηκε τὸν τὴν φύσιν, τῶν ἀνθρώπων φθαρεῖσαν, φθορᾶς ἐλευθερώσαντα.

ᾨδὴ ς'. Τῆς Ἁγίας. Ἱλάσθητί μοι Σωτήρ.
Ἀπόθετον τῷ Χριστῷ, ἐφάνης κάλλος καὶ ἄσπιλον, καὶ ὡς πηγὴ διαυγής, καὶ κῆπος πολύκαρπος, Μαρῖνα πανένδοξε, καὶ γνησία νύμφη, καὶ Παράδεισος ἀσύλητος.
Νεᾶνις πανευπρεπής, ὀπίσω σου ἠκολούθησε, δραμοῦσα πρὸς τὴν ὀσμήν, τῶν μύρων σου Δέσποτα, τὸ ἄχραντον Πάθος σου, διὰ καρτερίας, μιμουμένη τὸ σεβάσμιον.
Ὑπέμεινας ἀνδρικῶς, ἀγῶνας Μάρτυς πολύαθλε, καὶ τὸν πρὶν φρενοβλαβῶς, μεγάλα καυχώμενον, μετ' ἤχου ἀπώλεσας, Σταυροῦ τῇ δυνάμει, ὦ Μαρῖνα κυριώνυμε.
Θεοτοκίον
Μαρία τὸ καθαρόν, καὶ πάνσεπτον ἐνδιαίτημα, τοῦ πάντων Δημιουργοῦ, ψυχῆς καθαρτήρια, παράσχου μοι δάκρυα, καὶ ἐπάκουσόν μου, τῆς δεήσεως πανάμωμε.

Ἕτερος. Θύσω σοι, μετὰ φωνῆς.
Αἱμάτων, τῇ πλημμύρᾳ θαλάσσας ἐξήρανας, κακοπιστίας, Χριστοῦ δέ, τὴν σεπτὴν κατήρδευσας Ἐκκλησίαν, ὦ Μαρῖνα ἀθληφόρε, παρθένων τὸ καύχημα.
Ἀβρόχως, τῶν βασάνων διῆλθες κλυδώνιον· ἀκαταπόντιστος ὅθεν, εἰς λιμένα ἄκλυστον καθωρμίσθης, καὶ τῆς ὄντως, ἀπολαύεις γαλήνης, Ἀοίδιμε.
Τύπτεσθαι, ἀνηλεῶς καὶ ῥάβδοις συντρίβεσθαι, τὴν τοῦ Κυρίου ἀμνάδα, πονηρὸς διώκτης προσέταττέ σε, τεταμένην, πρὸς Χριστὸν τὴν διάνοιαν ἔχουσαν.
Ὤρθρισας, πρὸς Χριστὸν τὰν ἀνέσπερον ἥλιον, καὶ ταῖς αὐτοῦ φρυκτωρίαις, τὴν ψυχὴν θεόφρον σοῦ κατηυγάσθης, Ἀθληφόρε, καὶ πρὸς φῶς μετετέθης ἀΐδιον.
Θεοτοκίον
Θάλασσαν, σπαργανώσας ὁμίχλῃ βουλήματι, κυοφορεῖται ὁ Κτίστης, ἐκ Παρθένου Κόρης ἀπειρογάμου, ὥσπερ βρέφος, καὶ σπαργάνοις ἀῤῥήτως εἱλίσσεται.

Κοντάκιον. Ἦχος γ'. Ἡ Παρθένος σήμερον.
Παρθενίας κάλλεσι, πεποικιλμένη παρθένε, μαρτυρίου στίγμασι, στεφανωθεῖσα Μαρῖνα, αἵμασιν ἀθλητικοῖς τε ῥεραντισμένη, θαύμασι καταλαμφθεῖσα τῶν ἰαμάτων, εὐσεβῶς Μάρτυς ἐδέξω, βραβεῖα νίκης τῆς σῆς ἀθλήσεως. 
Ὁ Οἶκος
Τῷ νυμφίῳ Χριστῷ, ἔρωτι τῆς καρδίας σου ἀπὸ βρέφους σεμνὴ πυρποληθεῖσα, ἔδραμες, δορκὰς ὡς διψῶσα πηγαῖς ἀειῤῥύτοις, Παρθενομάρτυς, καὶ τῇ ἀθλήσει σεαυτήν συντηρήσασα, ἐν τῷ ἀφθάρτῳ ὄντως τοῦ Κτίστου σου, νύμφη εὐκλεής, θαλάμῳ ἔφθασας ἐστολισμένη, πεποικιλμένη, στεφανηφόρος, νικητὴς λαμπαδηφόρος, εὐθαλής, ἀφθάρτου νυμφῶνος τυχοῦσα, καὶ δεξαμένη ὡς χρυσίον, βραβεῖα νίκης τῆς σῆς ἀθλήσεως.

Συναξάριον.
Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Μαρίνης.
Χεὶρ δημίου τέμνει σε Μαρῖνα ξίφει,
χεὶρ Κυρίου χάριτι θείᾳ δὲ στέφει.
Ἑβδομάτῃ δεκάτῃ Μαρῖνα δειροτομήθη.
Αὕτη ὑπῆρχεν ἐκ κώμης τινὸς τῆς Πισσιδείας, ἐν τοῖς μέρεσιν Ἀντιοχείας, Αἰδεσίου τινός, ἱερέως τῶν εἰδώλων, ὑπάρχουσα θυγάτηρ μονογενής. Παραδοθεῖσα δὲ ὑπ’ αὐτοῦ γυναικί τινι, δωδεκαετὴς τυγχάνουσα, τῆς μητρὸς αὐτῆς τὸν βίον ἀπολιπούσης, ἐδέετο τοῦ Θεοῦ, τῆς τῶν Χριστιανῶν ἀξιωθῆναι πίστεως, ἣν ἐδιδάσκετο ὑπό τινων τῶν ἐν αὐτῇ τῇ κώμῃ. Καὶ ἤδη, πεντεκαιδεκάτου ἀγομένου αὐτῇ ἔτους, τὸν τοῦ μαρτυρίου ἀγῶνα ἐπεπόθει ἀνύσασθαι. Ὀλύβριος οὖν ὁ ἡγεμών, μαθὼν περὶ αὐτῆς, ἀποστείλας συνελάβετο αὐτήν, καὶ ἔβαλεν εἰς φυλακήν. Μεθ’ ἡμέρας δὲ ἐξαγαγὼν αὐτὴν τῆς φυλακῆς, παρέστησε τῷ βήματι αὐτοῦ· καὶ ἰδὼν αύτήν, ὅλος ἐξέστη ἐπὶ τῇ ὡραιότητι αὐτῆς. Ἐρωτηθεῖσα οὖν παρ’ αὐτοῦ τὴν τύχην καὶ τὸ ὄνομα, ἔφη: Μαρίνα καλοῦμαι, τῆς Πισσιδείας γέννημα καὶ θρέμμα, καὶ τὸ τοῦ Κυρίου μου ὄνομα ἐπικαλουμένη. Μὴ ἀνασχομένης δὲ αὐτῆς τὸν Χριστὸν ἐξομώσασθαι, ἐκέλευσεν ὁ ἡγεμὼν ταθῆναι αὐτήν, καὶ ῥάβδοις ἀπηνῶς καταξαίνεσθαι, καὶ τῷ αἵματι αὐτῆς ἡ γῆ ἐφοινίσσετο. Εἶθ’ οὗτως ἀναρτηθῆναι ταύτην προστάττει, καὶ τὸ σῶμα αὐτῆς ξέεσθαι ἐπὶ πολύ· μετὰ τοῦτο δὲ ἔβαλεν αὐτὴν εἰς φυλακήν. Ἐγένετο δὲ σεισμὸς μέγας, ὥς τε σαλευθῆναι τὸ δεσμωτήριον· καὶ ἰδού, δράκων ποθὲν ἕρπυσας, δεινῶς τὴν ἠχὴν ἐποιεῖτο ἐν τῷ ἕρπειν αὐτόν, καὶ κύκλῳ αὐτῆς πῦρ ἔδοξεν ἐμβαλεῖν. Φοβηθείσης δὲ αὐτῆς ἐπὶ πολύ, καὶ συντρόμου γενομένης, ἐδέετο πρὸς τὸν Θεόν· καὶ οὕτως ὁ φοβερώτατος ἐκεῖνος δράκων, ὡς κυνὸς μέλανος μορφὴν διεδείκνυτο. Ἡ δὲ Ἁγία, τῶν τριχῶν τούτου δραξαμένη, καὶ σφύραν εὑροῦσα, κατὰ τῆς κεφαλῆς καὶ τοῦ νώτου τοῦτον τύπτουσα, εἰς τέλος αὐτὸν ἐταπείνωσεν. Μετὰ δὲ τοῦτο, εἰς ἑτέραν ἐξέτασιν ἀχθεῖσα, λαμπάσι πυρὸς κατακαίεται, καὶ ἐπὶ σκεύους, ὕδατος πλήρους κατὰ κεφαλῆς ἐμβάλλεται. Ἀβλαβὴς δὲ φυλαχθεῖσα ἐκ τούτου, εἵλκυσε πολλοὺς εἰς τὴν τοῦ Χριστοῦ πίστιν, οἳ καὶ τὰς κεφαλὰς ἐτμήθησαν. Ἐπὶ τούτῳ θυμωθεὶς ὁ ἡγεμών, ξίφει τὴν κεφαλὴν αὐτῆς ἀπέτεμεν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Σπεράτου καὶ Βηρονίκης
Σὺν αἵμασι Σπεράτε τοῖς ἐξ αὐχένος,
αἷμα τραχήλου μιγνύει Bηρονίκη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Εὐφρασίου, ἐπισκόπου Ἰωνοπόλεως
Eὐφράνας Eὐφράσιε τοῖς ἔργοις Λόγον,
χαίρων πορεύου τὴν πρὸς οὐρανὸν τρίβον.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Τῆς Ἁγίας. Παῖδες Ἑβραίων.
Φῶς τὸ ἀπρόσιτον Μαρῖνα, κατεφώτισεν ἀξίως τὴν ψυχήν σου, καὶ λαμπάσι φωτὸς κατηύγασε βοῶσαν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ἤρθης πρὸς θεῖον ὄντως ὕψος· ὑψηλὴν γάρ σου ἐκέκτησο τὴν γνώμην, καὶ νυμφῶνα λαμπρὸν κατῴκησας βοῶσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Νύμφη γνησία τοῦ Δεσπότου, ἀναδέδειξαι Μαρῖνα θεοφόρε, καὶ ὡς μάρτυς αὐτῷ ἀήττητος κραυγάζεις· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ἄρχων οὐκ ἔτι ἐξ Ἰούδα, ἀλλ' ἐξέλιπεν· ἐκ σοῦ γὰρ ὁ Δεσπότης, τῶν ἐθνῶν ἡ ἐλπὶς ἀνέτειλεν ἀφράστως, ὃν εὐλογοῦσιν ἅπασαι, γενεαὶ φυλαὶ καὶ γλῶσσαι.

Ἕτερος. Ἐν τῇ καμίνῳ.
Πυρὶ τῷ θείῳ, φλεγομένη πυρὸς οὐκ ἐφρόντισας· ὅθεν ἐπομβρίζεις πάντοτε τοῖς πιστοῖς, ἰαμάτων θεῖα νάματα, παθῶν ἐπήρειαν, ἀθληφόρε Μαρῖνα ξηραίνουσα.
Πολυειδέσιν, αἰκισμοῖς ἐκφοβῶν σε ὁ τύραννος, εὗρε τὴν ψυχήν σου πέτρας ὡς ἀληθῶς, στεῤῥοτέραν· ἀνεβόας γάρ· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.
Σὺ τῷ νυμφίῳ, καθάπερ προῖκα προσήγαγες, δῆμον καὶ λαὸν πιστεύσαντα εἰς Θεόν, καὶ τῆς πλάνης ἀμαυρότητα, ταῖς φωτοβόλοις σου, θαυματουργίαις ἀποκρουσάμενον.
Θεοτοκίον
Παρθένε μόνη, ὡς καθαρὰν σε ἀδιάφθορον, Λόγος καθαρὸς ἠγάπησε καὶ ἐκ σοῦ, ἀνεπλάσατο σαρκούμενος, κόρη τὸν ἄνθρωπον, ὁ Μαρῖναν δοξάσας τοῖς θαύμασι.

ᾨδὴ η'. Τῆς Ἁγίας. Μουσικῶν ὀργάνων συμφωνούντων.
Σταθηρὰν τὴν γνώμην κεκτημένη, σταθερῶς τοὺς ἄθλους ἐκαρτέρεις, καὶ στέμμασι νικητικοῖς, ἐστέφθης μελῳδοῦσα· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Μυστικὴν Μαρῖνα σοι παστάδα, ὁ ψυχῶν νυμφίος Θεὸς Λόγος, ηὐτρέπισεν ἐν οὐρανοῖς, ὃν βλέπουσα κραυγάζεις· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἀρεταῖς ποικίλαις κοσμουμένη, δωρεῶν πλειόνων ἠξιώθης, τὸ ἔσχατον τῶν ὀρεκτῶν, ὁρῶσα καὶ βοῶσα· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Σωτηρίας ὤφθης ἀθληφόρε, τοῖς πολλοῖς αἰτία καὶ μαρτύρων, προσήγαγες δῆμον Χριστῷ, συμφώνως μελῳδοῦσα· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας.
Θεοτοκίον
Ἱλασμὸς ἡμῖν Θεογεννῆτορ, διὰ σοῦ ἐδόθη· σὺ γὰρ μόνη, ἀπέτισας τὴν ὀφειλήν, τὸν πάντων συλλαβοῦσα, Θεόν τε καὶ Δεσπότην, ἄχραντε Παρθένε, εἰς πάντων σωτηρίαν.

Ἕτερος. Χεῖρας ἐκπετάσας Δανιήλ.
Παρθένον καὶ σῶμα καὶ ψυχήν, Θεῷ διέσωσας, καὶ προσενήνοχας, ὡς προῖκα πάντιμον Ἔνδοξε, τὴν ἀοίδιμόν σου ἄθλησιν, καὶ εἰς νυμφῶνα νοητὸν εἰσήχθης μέλπουσα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ῥήμασι τυράννου δυσμενοῦς, ὑπηρετούμενοι, πυρὸς ἐπάξιοι, οἱ ματαιόφρονες ζῶσάν σε, τῇ πυρᾷ Μάρτυς ἐνέβαλον· ἀλλ' οὐκ ἐφλέχθης τῷ πυρί, τῆς τοῦ νυμφίου στοργῆς, θεοφόρε δροσιζομένη, καὶ τοῦτον γεραίρουσα.
Ἵστασο πρὸ βήματος Χριστόν, ἀνακηρύττουσα, Θεὸν ἀθάνατον, καθυπομείναντα σταύρωσιν, καὶ τὴν πλάνην θανατώσαντα, καὶ τὴν ἀθάνατον ζωὴν πιστοῖς παρέχοντα, τοῖς βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
Ὤφθης ὑπερτέρα οὐρανῶν, Θεὸν οὐράνιον ἀποκυήσασα, τὸν οὐρανώσαντα Πάναγνε, γηγενῶν ὅλον τὸ φύραμα, καὶ τῆς Μαρίνης τὴν σεπτήν, μνήμην φαιδρύναντα, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

ᾨδὴ θ'. Τῆς Ἁγίας. Ἔφριξε πᾶσα ἀκοή.
Μαρῖνα μάρτυς τοῦ Χριστοῦ, τὴν αἰώνιον ζωὴν καὶ ἀνώλεθρον, ἐν Παραδείσῳ τρυφῆς, ἐπιτηδείως ὄντως ἐτρυγησας, τὴν στρεφομένην ἀβλαβῶς· ῥομφαίαν διέβης γάρ, μαρτύρων αἵμασι, λαμπομένη τηλαυγῶς καλλιπάρθενε.
Ἔφλεξε πᾶσαν ὑλικήν, καὶ φιλόκοσμόν σου Μάρτυς διάνοιαν, ἔρως ὁ ἔνθεος, καὶ στεῤῥοτάτην μάρτυρα ἔδειξε, παρθενικαῖς μαρμαρυγαῖς, τὸ πρὶν διαλάμπουσαν, Μαρῖνα πάνσεμνε· διὸ πάντες σε πιστῶς μακαρίζομεν.
Λῦσόν μου νύμφη ἐκλεκτή, τῶν πταισμάτων τὰς σειρὰς ταῖς πρεσβείαις σου, καὶ τὸ χειρόγραφον, τῆς ἁμαρτίας Μάρτυς διάῤῥηξον, παρισταμένη εὐπρεπῶς, Χριστῷ τῷ νυμφίῳ σου, τῷ παντοικτίρμονι, καὶ παθῶν μου τὴν ἀχλὺν διασκέδασον.
Πέπαυται φρύαγμα δεινόν, τοῦ ἀλάστορος. Ἰδοὺ γὰρ νεάνιδες, ἐπιλαθόμεναι, τῆς γυναικείας φύσεως ἤθλησαν, καὶ κατ' αὐτοῦ περιφανῶς, τὴν νίκην ἀράμεναι, νῦν τῆς προμήτορος, ἀνεκτήσαντο σαφῶς τὴν παράπτωσιν.
Θεοτοκίον
Ὥριμον δρέπομαι ζωήν, μὴ βλαπτόμενος τῷ ξύλῳ τῆς γνώσεως· σὺ γὰρ Πανάχραντε, ζωῆς τὸ ξύλον, Χριστὸν ἐβλάστησας, τὸν τὰς εἰσόδους τῆς ζωῆς, τοῖς πᾶσι γνωρίζοντα· διὸ σε πάναγνε, Θεοτόκον εὐσεβῶς καταγγέλλομεν.

Ἕτερος. Λίθος ἀχειρότμητος.
Τῶν Ἀντιοχέων ἡ πόλις, σοῦ τοῖς σπαργάνοις καὶ τοῖς ἄθλοις, Μάρτυς ἐγκαυχᾶται, τῶν ἄνω, ἡ Ἐκκλησία τῶν πρωτοτόκων δέ, μετὰ δικαίων ἔχει σου, πνεῦμα τὸ θεῖον εὐφραινόμενον.
Ἰδόντες σου μάρτυς Μαρῖνα, τοὺς ὑπὲρ πίστεως ἀγῶνας, Ἄγγελοι ἐθαύμασαν ὅπως, ἐν γυναικείᾳ φύσει κατῄσχυνας τὸν πρὶν τὴν σὴν προμήτορα, ἐν Παραδείσῳ θανατώσαντα.
Ὡς περικαλὴς ἀθληφόρος, καὶ περιδέξιος παρθένος, στέφος ἀναπλέξω νομίμως, δικαιοσύνης, καταπατήσασα, μετὰ σαρκὸς τὸν ἄσαρκον, καὶ νικηφόρος χρηματίσασα.
Σὲ τὴν νοητὴν χελιδόνα, καὶ ἀδιάφθορον ἀμνάδα, καὶ περιστερὰν χρυσαυγοῦσαν, τῷ μαρτυρίῳ ἔχουσαν πτέρυγας, καὶ πρὸς Θεὸν πετάσασαν, καὶ καταπαύσασαν γεραίρομεν.
Ἤνθησας κοιλάσιν ὡς κρίνον, ταῖς τῶν μαρτύρων Ἀθληφόρε, ὦ μάρτυς Μαρῖνα ὡς ῥόδον, τὴν παρθενίαν εὔοσμον φέρουσα, καὶ τῷ τερπνῷ νυμφίῳ σου, θεῖον ὀσφράδιον γεγένησαι.
Θεοτοκίον
Φῶς ἡμῖν ἀνέτειλας μήτρας, ἐξ ἀπειράνδρου σου Παρθένε, οὗ ταῖς φρυκτωρίαις ἐνθέως, καταυγασθεῖσα φῶς ἐχρημάτισεν, ἡ τῆς χαρᾶς ἐπώνυμος, Θεοκυῆτορ Μητροπάρθενε.

Ἐξαποστειλάριον. Ἦχος γ'. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Μαρῖνα μάρτυς Κυρίου, καὶ καλλιπάρθενε νύμφη, ῥῦσαι λαόν σου καὶ πόλιν, ἐκδυσωποῦσα τὸν Θεόν, ὅπως ῥυσθῶμεν οἱ πάντες, φθορᾶς ὀργῆς καὶ κινδύνων. 
Θεοτοκίον
Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τὸν Δεσπότην.

Αἶνοι. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι.
Πολυώδυνα βάσανα ὑποστῆναι πανένδοξε, ἀνδρικῷ φρονήματι ηὐτομόλησας, καὶ τῶν Ἑλλήνων σεβάσματα, ὡς κόνιν ἐλέπτυνας, καὶ τὸν τύραννον ἐχθρόν, ἀθληφόρε πανεύφημε τὸν καυχώμενον, ὑπεράνωθεν ἄστρων θρόνον θεῖναι, σὺ κατῄσχυνας Μαρῖνα, καὶ τοὺς λαοὺς κατεφώτισας. (Δίς) 

Τὸν ἀρχέκακον δράκοντα, τὸν τὴν Εὔαν γυμνώσαντα, παραβάσει πρότερον, Μάρτυς ἔνδοξε, διὰ Σταυροῦ ἀπενέκρωσας, ἀγῶσι δεσμεύσασα, τοῖς σεπτοῖς σου εὐσεβῶς, Χριστὸν δύναμιν ἔχουσα, ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

Ὥσπερ προῖκα πολύτιμον, τῷ νυμφίῳ προσήγαγες, Ἀθληφόρε ἔνδοξε δῆμον ἅγιον, τοῖς θαυμασίοις πιστεύσαντα, οἷς πίστει ἐτέλεσας, ἀνωτέρα καὶ ποινῶν, καὶ πυρός καταφλέγοντος, καὶ στρεβλώσεων, ἐν Χριστῷ δεικνυμένη τῷ τὴν νίκην, οὐρανόθεν σοι παρθένε, θεουργικῶς χορηγήσαντι.

Δόξα. Ἦχος πλ. β'
Ἀθλητικὴν ὁδεύσασα ὁδόν, προγονικὴν ἐξέφυγες βουλήν, Μαρῖνα πανσεβάσμιε, καὶ ὡς μὲν παρθένος φρονίμη, λαμπαδηφόρος εἰσῆλθες εἰς τὰς αὐλὰς τοῦ Κυρίου σου, ὡς δὲ μάρτυς ἀνδρεία, χάριν ἔλαβες ἀπελαύνειν πᾶσαν νόσον ἐξ ἀνθρώπων. Ἀλλὰ καὶ ἡμᾶς τοὺς ὑμνοῦντάς σε, ψυχικῶν ἀλγηδόνων ἐλευθέρωσον, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου.

Καὶ νῦν. Θεοτοκίον
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῆς Ἀθληφόρου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Μεγάλη Δοξολογία καὶ Ἀπόλυσις.

ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Παρθενομάρτυς τοῦ Σωτῆρος Μαρίνα, ὡς παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένη, πάσης ἀνάγκης ῥύου καὶ κακώσεως, καὶ παντοίων θλίψεων, καὶ παθῶν καὶ κινδύνων, τοὺς πιστῶς προστρέχοντας, τῷ ἁγίῳ ναῷ σου, καὶ ἐκζητοῦντας Μάρτυς εὐλαβῶς, τὴν σὴν θερμὴν προστασίαν ἑκάστοτε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Μαρίνα, δίδου ἡμῖν σὴν χάριν. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Μαρίνα παρθένων ἡ καλλονή, καὶ δόξα Μαρτύρων, καθικέτευε ἐκτενῶς, διδόναι συγχώρησιν πταισμάτων, τοῖς προσιοῦσιν θερμῶς τῇ πρεσβείᾳ σου.
Ἁπάσης ἀνάγκης καὶ προσβολῆς, ἀτρώτους συντήρει, τοὺς προσπίπτοντας εὐλαβῶς, Μαρίαν τῇ θείᾳ σου εἰκόνι, καὶ τὴν θερμήν σου αἰτοῦντας βοήθειαν.
Ῥοαῖς καὶ ἀρδείαις ταῖς μυστικαῖς, Μαρίνα θεόφρον, ὧνπερ εἴληφας δωρεῶν, τοὺς ἄνθρακας σβέσον τῶν παθῶν μου, καὶ τὴν κατ’ ἄμφω ὑγείαν μοι δώρησαι.
Θεοτοκίον.
Ἰσχὺν ἡμῖν δίδου κατὰ παθῶν, Κεχαριτωμένη παντευλόγητε Μαριάμ, καὶ παῦσον ψυχῆς μου τὴν ὀδύνην, τὸν ἰατρὸν τῶν ψυχῶν ἡ κυήσασα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νοσημάτων παντοίων καὶ πολλαπλῶν θλίψεων, καὶ ἐπηρειῶν ὀλεθρίων, τοῦ πολεμήτορος, ἡμᾶς ἀπάλλατε, Μεγαλομάρτυς Μαρίνα, ταῖς πρὸς τὸν Νυμφίον σου, θερμαῖς δεήσεσιν.
Ἀθληφόρων λαμπρότης νύμφη Χριστοῦ πάνσεμνε, καὶ τῶν εὐσεβῶν προστασία, Μαρίνα ἔνδοξε, πάσης στενώσεως, καὶ δυσπραγίας ἐν βίῳ, ἀσινεῖς διάσωζε, τοὺς σὲ γεραίροντας.
Δοξασθεῖσα ἀξίως παρὰ Χριστοῦ πάνσεμνε, πάσης τῶν παθῶν ἀδοξίας, καὶ πάσης θλίψεως, ἀτρώτους φύλαττε, Παρθενομάρτυς Μαρίνα, τοὺς πιστῶς προστρέχοντας, τῇ ἀντιλήψει σου.
Θεοτοκίον.
Ἱλασμὸν ἡμῖν αἴτει καὶ τῶν παθῶν ἴασιν, καὶ τῶν ἐν τῷ βίῳ κινδύνων τὴν ἀπολύτρωσιν, Παρθένε ἄχραντε, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸ τῆς Σῆς κυήσεως, μέγα μυστήριον.
Διάσωσον, Παρθενομάρτυς Μαρίνα ταῖς σαῖς πρεσβείαις, πάσης βλάβης καὶ νοσημάτων καὶ θλίψεων, τοὺς ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείᾳ τῇ σῇ μετὰ σπουδῆς προστρέχοντες, Μαρίνα σεμνή, λαμβάνομεν πᾶν αἴτημα· σὺ γὰρ παρέχεις ἅπασι, καὶ ψυχῶν καὶ σωμάτων τὴν ἴασιν, καὶ διαλύεις δεινὰς συστροφάς, ἀεὶ καθ’ ἡμῶν τοῦ παναλάστορος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Δεδεγμένη πανεύφημε, τὴν τῶν ἰαμάτων θείαν ἐνέργειαν, μὴ ἐλλείπῃς βλύζειν πάντοτε, τοῖς σοὶ προσιοῦσιν ῥῶσιν ἄφθονον.
Ὀδυνῶν ἀπαλλάττονται, καὶ πολυειδῶν σεμνὴ περιστάσεων, οἱ προστρέχοντες τῷ οἴκῳ σου, καὶ τὴν θείαν χάριν σου κηρύττοντες.
Ὑπὲρ πάντων ἱκέτευε, τὸν σὸν ὦ Μαρίνα Νυμφίον πάντοτε, πειρασμῶν διδόναι λύτρωσι, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.
Θεοτοκίον.
Ἡ τὸν πάντων δεσπόζοντα, τέξασα Παρθένε σαρκὶ δι’ ἔλεος, δεσποτεία τοῦ ἀλάστορος, τὸν ῥερυπωμένον νοῦν μου λύτρωσαι.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μάρτυς ἀληθής, ἀνεδείχθης τοῦ παντάνακτος, ἐναθλήσασα Μαρίνα καρτερῶς· διὰ τοῦτο τῇ σῇ χάριτι προστρέχομεν.
Ἴασαι ψυχῶν, καὶ σωμάτων τὰ συντρίμματα, τῶν ἐν πίστει προσιόντων σοι σεμνή, ὡς θαυμάτων δεδεγμένη χάριν ἄφθονον.
Νέκρωσον ἐχθροῦ, τοῦ δολίου τὰ βουλεύματα, ἃ τεκταίνει ὦ Μαρίνα καθ’ ἡμῶν, ἐν εἰρήνῃ συντηροῦσα τὴν ζωὴν ἡμῶν.
Θεοτοκίον.
Σάρκα προσλαβών, ἐξ αἱμάτων Σου πανάμωμε, ὁ τοῖς πᾶσι τὴν ζωὴν ἀεὶ διδούς, προστασίαν Σε ἡμῶν θερμὴν ἀνέδειξε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἡλίου, τοῦ νοητοῦ ταῖς ἀκτῖσι, λαμπομένη καλλιμάρτυς Μαρίνα, διασκεδάζεις παθῶν πάντα ζόφον, καὶ ἀκαθάρτων πνευμάτων ἐπήρειαν, καὶ εὐφροσύνης θεῖον φῶς, ἀνατέλλεις τοῖς σὲ μακαρίζουσι.
Ναμάτων, τῶν νοητῶν πληρουμένη, ἐκ πηγῶν τοῦ σωτηρίου Μαρίνα, βλῦσον ἡμῖν, γλυκασμὸν σωτηρίας, καὶ δροσισμὸν θεϊκῆς ἀγαθότητος, ὡς κεκτημένη πρὸς Χριστόν, παῤῥησίαν πολλὴν καλλιπάρθενε,
Χειμάζει, παθῶν ποικίλων χειμών με, καὶ καθέλκει πρὸς βυθὸν ἀπωλείας, ἀλλ’ ὡς λιμένι τῷ θείῳ ναῷ σου, καταφυγὼν ὦ Μαρίνα κραυγάζω σοι· τῶν ἐπελθόντων μοι δεινῶν, διὰ τάχους ἐξάρπασον δέομαι.
Θεοτοκίον.
Ἀφράστως, τὸν Ποιητὴν τῶν ἁπάντων, μετὰ σώματος τεκοῦσα Παρθένε, ἀναλλοιώτως ἀτρέπως ὡς οἶδε, δι’ εὐσπλαγχνίαν ὁ μόνος φιλάνθρωπος, διέλυσας τὴν τοῦ Ἀδάμ, τῷ Σῷ τόκῳ κατάραν πανάμωμε.
Διάσωσον, Παρθενομάρτυς Μαρίνα ταῖς σαῖς πρεσβείαις, πάσης βλάβης καὶ νοσημάτων καὶ θλίψεων, τοὺς ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Παρθενομάρτυς Μαρίνα θεόνυμφε, τὰς ἱκεσίους φωνὰς ἡμῶν πρόσδεξαι, καὶ πλήρου ἡμῶν τὰ αἰτήματα, τῇ πρὸς Χριστοῦ δεδομένῃ σοι χάριτι, πταισμάτων αἰτοῦσα ἡμῖν ἄφεσιν.

Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
ΕΥΑΓΓΕΛΙΟΝ. Ἒκ τοῦ κατὰ Ματθαῖον (κεφ. κε´. 1- 13)
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ Βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἕλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδού, ὸ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· Μήποτε οὐκ ἀρκέσῃ ἧμῖν καὶ ὑμῖν. Πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ άγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος καὶ αὶ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Δόξα: Ταῖς τῆς Αθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Νύμφη ἀδιάφθορος, καὶ θαυμαστὴ Ἀθληφόρος, ὦ Μαρίνα πέφηνας, τοῦ Χριστοῦ ἀθλήσασα θείῳ ἔρωτι, καὶ πολλῆς χάριτος, Μάρτυς ἠξιώθης· διὰ τοῦτό σου δεόμεθα, ἐκ πάσης θλίψεως, καὶ ὀδυνηρῶν περιστάσεων, καὶ νόσων καὶ κακώσεων, ἀβλαβεῖς ἡμᾶς διαφύλαττε, τοὺς ἐν εὐλαβείᾳ, προστρέχοντας τῷ θείῳ σου ναῷ, καὶ τῇ ἁγίᾳ εἰκόνι σου, πάνσεμνε προσπίπτοντας.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥῶσον θείαν πηγάζει ἡ ἁγία εἰκών σου Μαρίνα ἔνδοξε, ᾗ πίστει προσιόντες, ὑμνοῦμέν σου τοὺς ἄθλους, καὶ συμφώνως κραυγάζομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἰατρεύειν μὴ παύσῃ τὰς δεινὰς καχεξίας καὶ τὰ νοσήματα, Μαρίνα Ἀθληφόρε, τῶν πίστει προσιόντων, τῷ ναῷ σου ἑκάστοτε, καὶ ἐκζητούντων τὴν σήν, θερμῶς ὀξεῖαν χάριν.
Νοῦν ἀλάστορα Μάρτυς τῇ στεῤῥᾷ σου ἀθλήσει καταπεπάτηκας· αὐτοῦ οὖν τῆς κακίας, Μαρίνα Ἀθληφόρε, τοὺς βοῶντας ἀπάλλατε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Γηγενῶν τὴν οὐσίαν νεκρωθεῖσαν ἀπάτῃ τοῦ πολεμήτορος, ἐζώωσας Παρθένε, Χριστὸν τὸν ζωοδότην, ἀποῤῥήτως κυήσασα, τὴν τῶν ἁπάντων ζωήν, καὶ λυτρωτὴν τοῦ κόσμου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
    Ἐν τῷ ναῷ σου, οἱ προσιόντες Μαρίνα, θᾶττον ῥύονται ἐκ πάσης δυσχερείας, καὶ τῆς ἀρωγῆς σου, κηρύττουσι τὴν χάριν.
Ῥῦσαι Μαρίνα, τῆς ἐπελθούσης ἀνάγκης, τοὺς προσπίπτοντας τῇ θείᾳ σου πρεσβείᾳ, καὶ παράσχου πᾶσι, χαρὰν καὶ εὐφροσύνην.
Ἀῤῥωστημάτων, καὶ χαλεπῶν συμπτωμάτων, ἀπολύτρωσαι Μαρίνα Ἀθληφόρε, τοὺς ἐκδεχομένους, τὴν θείαν ἀρωγήν σου.
Θεοτοκίον.
Σὺ εἶ Παρθένε, Χριστιανῶν ἡ προστάτις· διὸ ἅπαντες τῇ Σῇ σπεύδομεν σκέπῃ, ἵνα λυτρωθῶμεν, πολυειδῶν σκανδάλων.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάσεων Μαρίνα, βλύζουσα τὰ ῥεῖθρα, ἀσθενειῶν κατακλύζεις τὸν βόρβορον, καὶ τὴν ὑγείαν παρέχεις τοῖς σὲ γεραίρουσι.
Μεγίστων χαρισμάτων, κατηξιωμένη, μεγάλων πόνων καὶ θλίψεων λύτρωσαι, Μεγαλομάρτυς Μαρίνα τοὺς εὐφημοῦντάς σε.
Ὁ ἅγιος ναός σου, πάντας ἁγίαζει, τοὺς ἐν αὐτῷ μετὰ πίστεως σπεύδοντας· διὸ Μαρίνα ὑμνοῦμεν τὰς ἀντιλήψεις σου.
Θεοτοκίον.
Ὑψίστου χαῖρε Μῆτερ, Κεχαριτωμένη· χαῖρε Παρθένε Ἀγγέλων Βασίλισσα, καὶ τῶν βροτῶν σωτηρία καὶ καταφύγιον.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις τῶν παρθένων ἡ καλλονή, καὶ Μαρτύρων δόξα, ὦ Μαρίνα νύμφη Χριστοῦ· χαίροις προστασία, ἡμῶν καὶ θυμηδία, τῶν καυχωμένων Μάρτυς, τοῖς θαυμασίοις σου.
Νύμφη τοῦ Σωτῆρος περικαλλής, τούτῳ προσελθοῦσα, διανοίᾳ εἰλικρινεῖ, γέγονας Μαρίνα, καὶ ἤθλησας ἀνδρείως, ὡς τετρωμένη Μάρτυς, τούτου τῷ ἔρωτι.
Χαίρουσα ἐκήρυξας τὸν Χριστόν, καὶ εὐτονωτέρα, αἰκισμάτων ὀδυνηρῶν, ῥώμῃ θεοσδότῳ, Μαρίνα ἀνεδείχθης, καὶ τοῦ ἐχθροῦ καθεῖλες τὰ μηχανήματα.
Τοῦ πυρὸς ὑπήνεγκας τὴν ὁρμήν, καὶ πυρὶ ἀΰλῳ, φλέγεις ὕλην τὴν τῶν παθῶν, ἔνδοξε Μαρίνα, Χριστοῦ Παρθενομάρτυς, καὶ πᾶσιν ἀναβλύζεις, χάριν σωτήριον.
Πίστει προσιόντες τῷ σῷ ναῷ, ἔνδοξε Μαρίνα, πάσης βλάβης τοῦ πονηροῦ, λυτρούμεθα θᾶττον, τῇ σῇ ἐπιστασίᾳ, καὶ πάσης δυσχερείας λύσιν εὐρίσκομεν.
Πλήρου τὰς αἰτήσεις τῶν εὐσεβῶν, καὶ δίδου ὑγείαν, τὴν κατ’ ἄμφω διηνεκῶς, καὶ ἁμαρτημάτων, τὴν ἄφεσιν ἐξαίτει, Μαρίνα Ἀθληφόρε, τοῖς σὲ γεραίρουσι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Μάρτυς, Ἀθληφόρε τοῦ Χριστοῦ, ἔνδοξε Μαρίνα θεόφρον, ἀξιοθαύμαστε, πάσης ἐξελοῦ ἡμᾶς, ἐπιφορᾶς χαλεπῶν, καὶ κινδύνων καὶ θλίψεων, τὸν τάραχον παῦσον, τοῖς πιστῶς προστρέχουσι τῇ ἀντιλήψει σου, λύουσα παθῶν τὰς ἐφόδους, καὶ εἰρήνην πᾶσι αἰτοῦσα, καὶ πλημμελημάτων ἀπολύτρωσιν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.