web statistics
Ψαλλομένη τῇ 10η Ὀκτωβρίου
Ποίημα Ἰωακεὶμ Μοναχοῦ τοῦ ἐκ Μαδύτου.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὴν α΄ στάσιν τοῦ Μακάριος ἀνήρ, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν στιχηρὰ Προσόμοια.Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Μοναστῶν τὰ συστήματα, ἐκ τοῦ Ὄρους συνέλθετε, καὶ λαμπρὰν πανήγυριν συγκροτήσατε, ἰδοὺ γὰρ πάντας ἐκάλεσεν, ἡμᾶς πρὸς ἑστίασιν, καὶ χαρὰν πνευματικήν, ἡ ὑπέραγνος Δέσποινα, τοῦ ἀσπάσασθαι, Ζώνην Ταύτης τὴν οὖσαν κεκρυμμένην, ἐν τῇ Νήσῳ τῆς Ἁγίας, Εἰρήνης πλείστοις ἐν ἔτεσι. (Δίς).
Τὴν ἁγίαν φανέρωσιν, Θεοτόκε τῆς ζώνης Σου, ἑορτὴν κεκτήμεθα εὐφραινόμενοι, ὅτι ἐν θλίψει ὑπάρχοντες, ταύτης ὑστερούμενοι, ἐνεπλήσθημεν χαρᾶς, ἀκενώτου καὶ χάριτος, ἀνυμνοῦντές Σε, τὴν προστάτιδα ποίμνης Σου τῆς θείας, καὶ ἀντίληψιν καὶ σκέπην, τῶν προστρεχόντων Σοι, Ἄχραντε. (Δίς).
Πεφανέρωται σήμερον, θησαυρὸς ὁ κρυπτόμενος, Ζώνη ἡ πανάφθαρτος τῆς Μητρὸς τοῦ Θεοῦ, διὸ συνέλθωμεν ἅπαντες, μονῆς οἱ οἰκήτορες, καὶ δεξώμεθα αὐτήν, προσκυνοῦντες καὶ λέγοντες· ὦ ὑπέραγνε, Θεοτόκε Παρθένε, μὴ ἐλλείπης περισκέπειν, τοὺς Σοὺς δούλους, ἐκ πάσης βλάβης καὶ θλίψεως.
Σὺν ἡμῖν πανηγύριζε, καὶ λαμπρῶς νῦν ἑόρταζε, Ὀρθοδόξων σύστημα ἁγιώνυμον, Νήσου Εἰρήνης τὸ ἔνθεον, ἐν Σοὶ γὰρ ηὐδόκησεν, ἡ Παρθένος καὶ ἁγνή, φυλαχθῆναι τὴν Ζώνην Αὐτῆς, τὴν πανάφθαρτον, καὶ πολλῶν σε κινδύνων διασῶσαι, καὶ ἐκ βλάβης ἐναντίων, τῶν κυκλωσάντων πολλάκις σε.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. β΄.
Σήμερον τὰ στίφη τῶν πιστῶν, τῇ Ἱερᾷ τοῦ Βατοπαιδίου Λαύρᾳ συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν, καὶ τὴν ἄφθαρτον καὶ παναγίαν Ζώνην τῆς Μητρὸς τοῦ Θεοῦ ἡμῶν, ἀπὸ τῆς Νήσου τῆς Ἁγίας Εἰρήνης ἐπανελθοῦσαν, εὐσεβῶς ἐν ᾄσμασιν ὑπαντῶντες ὑποδεξώμεθα καὶ πρὸς αὐτὴν ἐκβοήσωμεν λέγοντες· χαίροις πηγὴ ἡ ἀκένωτος, ἡ τὰς ἰάσεις πᾶσιν ἀφθόνως προχέουσα· χαίροις Ζώνη πανάφθαρτε, ἡ τὸ παρθενικὸν περισφίγξασα σῶμα, καὶ τὴν τῶν ἰάσεων εὐλογίαν, ἐκεῖθεν πλουτήσασα· χαίροις, ἡ δόξα τῶν βασιλέων, καὶ στέφανος ὁ ὑπέρλαμπρος· χαῖρε, τῶν χειμαζομένων ὁ λιμήν, καὶ τῶν μετὰ πίστεως καὶ εὐλαβείας προσιόντων τῇ σορῷ σου τῇ ἁγίᾳ, ἡ κραταιὰ τῆς ἀφθαρσίας περιβολή. Σὲ νῦν μετὰ πόθου ἀσπαζόμενοι σήμερον, ἐξαιτοῦμεν διὰ σοῦ ἀπολαβεῖν τῶν ψυχῶν ἡμῶν καὶ τῶν σωμάτων τὴν ἴασιν, καὶ τὸ μέγα ἔλεος.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καί τά Ἀναγνώσματα.
Ἐξόδου τὸ Ἀνάγνωσμα.
Ἐλάλησε Κύριος πρὸς Μωϋσῆν,λέγων· ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ πρώτου, στήσεις τὴν Σκηνὴν τοῦ μαρτυρίου· καὶ θήσεις τὴν Κιβωτὸν τοῦ μαρτυρίου· καὶ σκεπάσεις αὐτὴν τῷ καταπετάσματι· καὶ εἰσοίσεις τὴν τράπεζαν, καὶ τὴν λυχνίαν· καὶ θήσεις τὸ θυμιατήριον τὸ χρυσοῦν, εἰς τὸ θυμιᾷν, ἐναντίον τῆς Σκηνῆς τοῦ μαρτυρίου· καὶ ἐπιθήσεις το κάλυμμα τοῦ καταπετάσματος ἐπὶ τὴν θύραν τῆς Σκηνῆς τοῦ μαρτυρίου· καὶ λήψῃ τὸ ἔλαιον τοῦ χρίσματος· καὶ χρίσεις τὴν Σκηνήν, καὶ πάντα τὰ ἐν αὐτῇ καὶ ἔσται ἁγία· καὶ ἁγιάσεις τὸ θυσιαστήριον καὶ ἔσται τὸ θυσιαστήριον ἅγιον τῶν ἁγίων. Καὶ ἐποίησε Μωϋσῆς ὅσα ἐνετείλατο οὕτω Κύριος, οὕτως ἐποίησε· καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν Σκηνὴν τοῦ μαρτυρίου· καὶ δόξης Κυρίου, ἐπλήσθη ἡ Σκηνὴ τοῦ μαρτυρίου· καὶ οὐκ ἠδύνατο Μωσῆς εἰσελθεῖν εἰς τὴν Σκηνὴν τοῦ μαρτυρίου· ὅτι ἐπεσκίασεν αὐτὴν ἡ νεφέλη· καὶ δόξης Κυρίου ἐπλήσθη ἡ Σκηνή.
Ἐξόδου τὸ Ἀνάγνωσμα.
Ἐξῆλθε Μωσῆς εἰς τὸ ὄρος τοῦ Θεοῦ Χωρήβ· ὤφθη δὲ αὐτῷ Ἄγγελος Κυρίου ἐν φλογὶ πυρὸς ἐκ τῆς βάτου· καὶ ὁρᾷ ὅτι ἡ βάτος καίεται πυρί, καὶ οὐ καταφλέγεται· εἶπε δὲ Μωσῆς; Παρελθὼν ὄψομαι τὸ ὅραμα τοῦτο τὸ μέγα, τί ὅτι οὐ κατακαίεται ἡ βάτος; ὡς δὲ εἶδε Κύριος ὅτι προάγει τοῦ ἰδεῖν, ἐκάλεσεν αὐτὸν ἐκ τῆς βάτου λέγων· Μωσῆ, Μωσῆ· ὁ δὲ εἶπε· τί ἐστι Κύριε; ὁ δὲ Κύριος εἶπε· μὴ ἐγγίσας ᾧδε, λῦσον τὸ ὑπόδημα ἐκ τῶν ποδῶν Σου· ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστι· καὶ εἶπεν αὐτῷ· Ἐγώ εἰμι ὁ Θεὸς τοῦ πατρός Σου Ἀβραάμ, καὶ ὁ Θεὸς Ἰσαάκ, καὶ ὁ Θεὸς Ἰακώβ· ἀπέστρεψε δὲ Μωσῆς τὸ πρόσωπον αὐτοῦ· ηὐλαβεῖτο γὰρ καταβλέψαι ἐνώπιον τοῦ Θεοῦ. Εἶπε δὲ Κύριος πρὸς Μωϋσῆν· Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τῆς κραυγῆς αὐτῶν ἀκήκοα ἀπὸ τῶν ἐργοδιωκτῶν· εἶδα γὰρ τὴν ὀδύνην αὐτῶν, καὶ κατέβην τοῦ ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς Αἰγυπτίων, καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης, καὶ εἰσαγαγεῖν αὐτοὺς εἰς γῆν ἀγαθήν, καὶ πολλήν, εἰς γῆν ῥέουσαν μέλι καὶ γάλα.
Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα (Κεφ. 43, 27 & 44, 1-4).
Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ Ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρὸς με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι' αὐτῆς, ὅτι Κύριος ὁ Θεός, Ἰσραὴλ εἰσελεύσεται δι' αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ Ἡγούμενος οὗτος κάθηται ἐπ' αὐτὴν τοῦ φαγεῖν ἄρτον ἐνώπιον Κυρίου· κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς πρὸς Βοῤῥᾶν, κατέναντι τοῦ οἴκου, καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.
Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α’.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ περίδοξος τοῦ Βατοπαιδίου Λαῦρα, ἀγάλλου καὶ χόρευε, πίστει λαμπροφοροῦσα. Σήμερον γὰρ ἡ Παντάνασσα καὶ προστάτις σου, τὴν τιμίαν Ζώνην Αὐτῆς καὶ πανάφθαρτον, ἀπὸ τῆς Ἁγίας Εἰρήνης, κεκρυμμένην οὖσαν, ἐνδόξως ἐπανήγαγε καὶ πᾶσι τοῖς τέκνοις σου εἰς προσκύνησιν,καὶ πανδαισίαν πνευματικήν, ταύτην παρέθετο· ἀπόλαβε τοίνυν τῶν θαυμάτων τάς ἰάσεις καὶ τὰ τεράστια αὐτῆς, λαμπρᾷ τῇ φωνῇ ἀνακηρύττουσα, εὐχαρίστως τῇ Ἀειπαρθένῳ καὶ εὐφόρῳ σου βόησον· μὴ ἐλλείπης Πανάχραντε, τῷ Υἱῷ Σου πρεσβεύειν ὑπὲρ τῶν πίστει καὶ πόθῳ προσκυνούντων, τὴν παναγίαν Ζώνην Σου.
Ἦχος β΄.
Τίς ὁ ἦχος τῶν ἑορταζόντων γίνεται; Τί τὰ νεοκρότητα ᾄσματα, τὰ ἐν τῇ ἐκκλησίᾳ ᾀδόμενα; ἡ λαμπρᾶ καὶ περίδοξος Βατοπαιδίου Μονή, πανηγυρίζει μυστικῶς, συγχάρητέ μοι λέγουσα, πᾶσα ἡ κτίσις σήμερον, ἐν τῇ ἐπανόδῳ τῆς παναγίας Ζώνης τῆς Μητρὸς τοῦ Θεου ἡμῶν· ἰδοὺ γὰρ ἀπέλαβον τὸν ἀνέκλειπτον θησαυρόν, τὴν πηγὴν τῶν θαυμάτων, ἐξ ἧς ἀναβλύζει τοῖς πιστοῖς τὰ ἰάματα, καὶ πᾶσα νόσος φυγαδεύεται. Διὸ καὶ παρέχει ζωὴν αἰώνιον, τοῖς μετὰ πόθου καὶ πίστεως, προσκυνοῦσιν αὐτήν.
Ἦχος δ΄.
Τὰ μεγαλεῖά σου Ζώνη, ἀγλαοφανὴς καὶ χρυσόμορφε, τίς ανυμνήσαι δυνήσεται; ἢ τίς κατ’ ἀξίαν τῶν θαυμάτων σου τὰ πλήθη διηγήσεται; Βρύεις γὰρ θαύματα ἀεννάως, ὡς πηγὴ ἀνεξάντλητος, καὶ πηγάζεις ἰάματα ὡς θησαυρὸς ἀκένωτος, καὶ τὴν λοιμικὴν νόσον ἀπελαύνεις ἀεί. Τοῖς ἐν πίστει δὲ καὶ πόθῳ προσπίπτουσι τῇ ἁγίᾳ σου σορῷ, παρέχεις τῶν νοσημάτων τὴν ἴασιν καὶ τὸ μέγα ἔλεος.
Ὁ αὐτός.
Δῶμεν τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν, μεγαλωσύνην αἰνέσεως, συμφωνία ἀλαλάξωμεν, ψάλλωμεν συνετῶς καὶ κροτήσωμεν χεῖρας χαρμονικῶς· σήμερον γὰρ τὴν παναγίαν Ζώνην Αὐτῆς, ἀπὸ τῆς Ἁγίας Εἰρήνης, κεκρυμμένην οὖσαν, ἐν τῷ ἁγίῳ τεμένει Αὐτῆς ἐπανήγαγεν. Καί προτίθησιν αὐτὴν εἰς προσκύνησιν καὶ ἁγιασμόν, ἡμῖν τε καὶ πᾶσι τοῖς πιστοῖς, παρέχουσα ταῖς ψυχαῖς ἡμῶν, ἄφεσιν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.
Ὁ αὐτός.
Σημερον ἡ νῆσος τῆς Ἁγίας Εἰρήνης, ἅπασα πνευματικῶς εὐφραίνεται, καὶ λαμπρῶς ἑορτάζει, τὴν παναγίαν εὕρεσιν τῆς τιμίας Ζώνης τῆς Μητρὸς τοῦ Θεοῦ ἡμῶν· πρώτη γὰρ τὴν εὐλογίαν αὐτῆς δεξαμένη, καὶ τῶν νοσημάτων τὴν ἴασιν, τὸ θαῦμα τρανῶς ἀνακηρύττει, ὅτι καὶ κρυπτομένη, ἐκ πάσης βλάβης τῶν ἐναντίων αὐτὴν διέσωσεν· ἡ δὲ περίδοξος τοῦ Βατοπαιδίου Μονή, ταύτην ἀπολαβοῦσα, ψαλμοῖς καὶ ὕμνοις τὴν ἐπάνοδον αὐτῆς δοξολογεῖ μεγαλύνουσα, τῇ Ἀειπαρθένῳ καὶ ἐφόρῳ αὐτῆς, προσπίπτουσα καὶ δυσωποῦσα ἐκτενῶς τοῦ σώζεσθαι τὴν ποίμνην ταύτης ἄτρωτον.
Ὁ αὐτός.
Σταυρὲ τοῦ Χριστοῦ, Χριστιανῶν ἡ ἐλπίς, εὐσεβούντων κέρας, βασιλέων νίκος, ἐκκλησιῶν ἡ εὐπρέπεια. Διὰ σοῦ γὰρ ὁ τετραπέρατος κόσμος ηὐλόγηται, ὁ ἀὴρ ἡγίασται, ἡ κατάρα λέλυται καὶ ἡ εὐλογία ἀντεισήχθη, ὁ Παράδεισος ἠνέωκτο, καὶ ἡ ζωὴ τῶν Ἀγγέλων ἐν γῇ πολιτεύεται. Πάντα τὰ καλὰ τοῖς ἀνθρωποις, διὰ σοῦ δωροῦνται φιλανθρώπως, Σταυρὲ πανσεβάσμιε.
Δόξα. Καὶ νῦν. Ἦχος γ΄.
Πῶς μὴ θαυμάσωμεν, τὰ ὑπὲρ φύσιν καὶ λόγον τεράστιά σου, Ζώνη πανάφθαρτε; Τὸν γὰρ Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, ἐν κοιλίᾳ ὄντα ἀσπόρως τῆς Μητρός, εὐδοκία Πατρός, καὶ συνεργείᾳ Πνεύματος ἐν δύω ταῖς φύσεσι, τέλειον Θεότητι καὶ ἀνθρωπότητι, θεοπρεπῶς διαζώσασα, τὴν ἀφθαρσίαν ἐπλούτησας καὶ πηγὴ θαυμάτων ἀκένωτος ἀνεδείχθης, καὶ πάντων τῶν εὐσεβῶν ἰλαστήριον. Διὸ καὶ ἐν τῇ ἐνδόξω εὑρέσει καὶ ἐπανόδῳ σου, Ζώνη πανέντιμε, τοὺς τὰ σὰ μεγαλύνοντας θαυμάσια, καὶ ἐτησίως τελοῦντας τὴν ἀνάμνησιν, φρούρει καὶ φύλαττε διαπαντός, ἐξ ἀοράτων ἐχθρῶν καὶ ὁρατῶν, καὶ σῶσον τὰς ψυχάς ἡμῶν.
Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Δεῦτε, τῶν φιλεόρτων πληθύς, τῷ θείῳ οἴκῳ εὐλαβῶς νῦν προσέλθωμεν, Μονῆς τοῦ Βατοπαιδίου, καὶ τῇ σορῷ τῇ σεπτῇ, τῆς ἀφθάρτου Ζώνης προσεγγίσομεν, αὐτὴν ἀσπαζόμενοι, καὶ τὴν χάριν τὴν ἄφθονον, παρεχομένην, τοῖς πιστῶς προσκυνοῦσιν ἀεί, ἀπολαύσωμεν, καὶ ἐν πίστει βοήσωμεν· χαίροις ἡ περιζώσασα, τὸ σῶμα τὸ ἄχραντον, τῆς Παναγίας Παρθένου, καὶ ἐξ αὐτοῦ ἡ πλουτήσασα, τὸ ἄφθαρτος μένειν, εἰς αἰῶνας ἀπεράντους, καὶ διασώζειν πιστούς.
Στ. Τοῦ ποταμοῦ τὰ ὁρμήματα…
Χαῖρε, τῶν εὐσεβῶν ἡ ἐλπίς, ἡ ἐκλεκτὴ ἡ καθαρὰ καὶ ἀμόλυντος, πηγὴ ἡ ἐσφραγισμένη, τῶν χαρισμάτων Θεοῦ, ἡ προστάτις πάντων τῶν ὑμνούντων Σε, Παρθένε πανύμνητε, καὶ τιμώντων τὴν ἄφθαρτον, Ζώνην Σου θείαν, ἐξ αὐτῆς γὰρ ἐκβλύζουσι, τὰ ἰάματα, δαψιλῶς τὰ σωτήρια, νόσος τε φυγαδεύεται, λοιμώδης καὶ πάνδεινος, καὶ ῥῶσιν πάντες πλουτοῦσιν, οἱ ταύτῃ πίστει προσπίπτοντες, αὐτοῖς δωρουμένη, τὰς ἰάσεις τὰς ἀφθόνους, καὶ μέγα ἔλεος.
Στ. Ἡγίασε τὸ σκήνωμα Αὐτοῦ ὁ Ὕψιστος.
Χαίροις, ὡραιοτάτη σειρά, Ζώνη πανάφθαρτε, Μητρὸς τοῦ Θεοῦ ἡμῶν, τὸ μέγα κλέος καὶ δόξα, Βατοπαιδίου Μονῆς, θησαυρὸς ὁ θεῖος καὶ ἀνέκλειπτος, τὸ μέγα προπύργιον, καὶ βεβαία ἀντίληψις, τῶν προστρεχόντων, τῇ σορῷ σου ἑκάστοτε, καὶ τὰ νάματα, ἐξαντλούντων τῆς χάριτος· χαῖρε τὸ ἀξιάγαστον, Ἀγγέλων θεώρημα, χαῖρε ἡμῶν τῶν σῶν δούλων, παραμυθία καὶ δύναμις, καὶ Νήσου Εἰρήνης, τῆς Ἁγίας ἡ προστάτις καὶ ἡ βοήθεια.
Δόξα. Καὶ νῦν. Ἦχος δ΄.
Οὐκ ἔδει Σε Πανάχραντε, τὴν Ζώνην Σου τὴν ἁγίαν, κρύπτειν πλείστοις ἐν ἔτεσι, ἐν τῇ Νήσῳ τῆς Ἁγίας Εἰρήνης, καὶ τῇ ποίμνῃ Σου τῇ ἱερᾷ, λύπην ἀμύθητον παρασχεῖν· ἀλλ’ ἐπειδήπερ οὕτως ηὐδόκησας, ἵνα τὴν Νῆσον διασώσης, τῆς τῶν ἐναντίων κακώσεως, καὶ ἁγιάσης αὐτήν, διὰ τῆς ἀκενώτου θείας χάριτος, ἐφανέρωσας ταύτην ἐνδόξως καὶ ὑπὲρ λόγον σήμερον, ἡμῖν τοῖς μετὰ πόθου ἐκζητήσασι, τὴν εὐλογίαν Σου· λιποῦσα γάρ, πᾶσι τοῖς ὀρθοδόξως αὐτὴν ὑποδεξαμένοις, καὶ εἰς αἰῶνας περισκέπουσα, τοὺς συνδραμόντας πιστούς, ἐν τῇ εὑρέσει αὐτῆς πάλιν ἐπανήγαγες τῷ ἱερῷ τεμένει Σου· διὸ καὶ ἡμεῖς ἐν τῇ ἐπανόδῳ αὐτῆς, χαρᾶς ἀφάτου πλησθέντες, καὶ ὑπαντῶντες ἐν ᾄσμασι προσπίπτομέν Σοι λέγοντες· ὡς θαυμαστὰ τὰ ἔργα Σου Δέσποινα, ἡ προστάτις τῆς ποίμνης Σου, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Παρθένε Παντάνασσα θείας Σου Ζώνης Ἁγνή, χαρᾶ νῦν τὴν εὕρεσιν σὺν ἐπανόδῳ φαιδρᾷ, λαμπρῶς ἑορτάζομεν· ὅθεν Σε κατὰ χρέος, μεγαλύνομεν πίστει, πόθῳ τε τὴν σορόν Σου, ἀσπαζόμεθα πάντες, Πανύμνητε προσκυνοῦντες ταύτην, ὡς σκέπην οὖσαν ἡμῶν. (ἐκ γ΄).
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Τὸ μέγα τῶν πιστῶν, καὶ ἀπόρθητον τεῖχος, τὴν τῶν Χριστιανῶν, κραταιὰν προστασίαν, τὸ ἄσυλον φρούριον, καὶ στεῤῥὸν καταφύγιον, ἱκετεύομεν, θεοχαρίτωτε Ζώνη, πάντων πρόστηθι, τῶν εὐσεβῶς προσκυνούντων, τὴν θείαν σου ἐπάνοδον.
Δόξα. Καὶ νῦν.
Πρεσβείαν πρὸς Θεόν, σὲ κεκτήμεθα πάντες, προστρέχομεν θερμῶς, τῷ ἁγίῳ ναῷ σου, αἰτούμενοι βοήθειαν, παρὰ σοῦ Ζώνη ἄφθαρτε, ῥῦσαι οὖν ἡμᾶς, τῆς τῶν δαιμόνων κακίας, καὶ ἀπάλλαξον, ἀπὸ παντὸς ἐναντίου, τοὺς σὲ μεγαλύνοντας.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἑορτάζει σήμερον, ἡ σεβασμία Μονή Σου, ἑορτὴν ὑπέρλαμπρον, τῆς ἐπανόδου τῆς σεπτῆς, ἐπιτελοῦσα τὴν σύναξιν, Ζώνης τῆς θείας, Παρθένε πανάχραντε.
Δόξα. Καὶ νῦν.
Συνελθόντες ἅπαντες, ἐν τῷ ἁγίῳ τεμένει, τὴν σορὸν κυκλοῦμέν σου, Ζώνη πανάφθαρτε Μητρός, τοῦ Θεοῦ Λόγου βοῶντές σοι· χαῖρε τὸ μέγα, πιστῶν καταφύγιον.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Σήμερον ἅπασα, ποίμνη ἀγάλλεται, ἐν τῇ εὑρέσει σου, Ζώνη ἀκήρατε, ἐν ὑμνωδίαις ἱεραῖς, τὴν ὑπαντὴν ἐκτελοῦσα, καὶ φαιδρὰν πανήγυριν, συγκροτεῖ χαριστήριον, στάσιν τε παννύχιον, ἐτησίως δοξάζουσα, τὴν μόνην ἀειπάρθενον Κόρη, τὴν ἀφθαρσίαν ἐν σοὶ χορηγήσασαν.
Δόξα. Καὶ νῦν.
Πάντες συνέλθωμεν, καὶ συγκροτήσομεν, λαμπρὰν πανήγυριν, ἐν τῇ εὑρέσει σου, τῇ παναγίᾳ καὶ λαμπρᾷ, Ζώνη θεοχαρίτωτε· σὺ γὰρ περιέζωσας, τὴν Παρθένον βαστάσαν, Λόγον ὑπερούσιον, τοῦ ἀνάρχου Γεννήτορος, τὴν χάριν σου παρέχουσα πᾶσι, τοῖς μετὰ πόθου πιστῶς προσκυνοῦντες.
Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ. Ἄκουσον Θύγατερ καὶ ἴδε καὶ κλινον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον ἐκ τοῦ κατά Λουκᾶν. Ταῖς ἡμέραις ἐκείναις…
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ἦχος β΄.: Ἡ ποίμνη σου Πάναγνε, χαρᾶς πληροῦται, τῇ ἐπανόδῳ θείας Σου Ζώνης.
Καὶ νῦν. Εἰρήνης ἀγάλλεται, Ἁγίας Νῆσος Ζώνης εὑρέσει, Σῆς Θεοτόκε.
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Σήμερον, ἡ Ἱερὰ τοῦ Βατοπαιδίου Μονὴ ἀγάλλεται, καὶ λαμπρῶς πανηγυρίζει, συγκαλοῦσα τῶν φιλεόρτων τὰ συστήματα, ἐν τῇ εὑρέσει καὶ ἐπανόδῳ τῆς παναγίας Ζώνης τῆς Μητρὸς τοῦ Θεοῦ ἡμῶν, καὶ τῶν θαυμάτων τὸ πέλαγος, τρανῶς ἀνακηρύττει, πᾶσι τῆς πιστοῖς προτιθεμένη αὐτήν, εἰς προσκύνησιν καὶ ἁγιασμόν. Διὸ προσέλθωμεν μετ’ εὐλαβείας τῇ σεβασμίᾳ σορῷ, τοῦ οὐρανίου θησαυροῦ ἀρυόμενοι, τὸ μέγα καὶ πλούσιον ἔλεος.
Εἶτα οἱ Κανόνες β΄. Ὁ α΄ εἰς η΄ καὶ ὁ β΄εἰς στ΄.
Ὁ α’ Κανών. ᾨδὴ α΄. Ἦχος α΄. ᾨδὴν ἐπινίκιον.
Συνδράμωμεν σήμερον, ἐν ὑμνωδίαις πιστῶς εὐφραινόμενοι, καὶ πανηγυρίσωμεν, τὴν εὕρεσιν καὶ ὁμοῦ, ἐπάνοδον Ζώνης σεπτῆς, τῆς Θεομήτορος.
Ἡ νῆσος ἀγάλλεται, σήμερον πᾶσα, Εἰρήνης Ἁγίας τε, αὕτη γὰρ Πάναγνε, κατεῖδε πρώτη φαιδρῶς, ἠσπάσατό τε τὴν σορόν, τῆς θείας Ζώνης Σου.
ᾨδαῖς ἀνυμνήσωμεν, τὴν Θεοτόκον τιμῶντες ἐν ᾄσμασι, θείαν ἐπάνοδον, τῆς Ζώνης νῦν τῆς σεπτῆς, φαιδρῶς τε καὶ χαρμονικῶς πανηγυρίζοντες.
Προσπίπτομεν Ἄχραντε, Σοὶ καὶ βοῶμεν, τὴν ποίμνην Σου φύλαττε, ἐκ πάσης θλίψεως, Σὲ ἔχουσα βοηθόν, καὶ Ζώνην Σου πανευλαβῶς, πανηγυρίζουσα.
Ὁ β΄ Κανών. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα ου.
Σῆς Ζώνης τὴν εὕρεσιν, τὴν σεβασμίαν πανάχραντε, Παρθένε πανάμωμε, τὴν ἐν τῇ Νήσῳ λαμπρῶς, γεγονυῖαν νῦν, Εἰρήνης τῆς Ἁγίας, σὺν τῇ ἐπανόδῳ τε, μέλπω γηθόμενος.
Θαυμάζειν ἐπάξιον, τῆς Σῆς προνοίας τὸ ἄφατον, ὦ Κόρη πανάχραντε, καὶ Ἱερέως τοῦ Σοῦ, τὴν θαυμάσιον, ὑπομονὴν μεγίστην, δι’ ἣν καὶ ἐπέτυχεν, οὗπερ ἐπόθησεν.
Ποικίλως ἠπείγετο, Ζώνην Σου κρύπτειν κατέχειν, Παρθένε πανάμωμε, ὁ δυσμενὴς ὁ δεινός, ἀλλ’ ἐνίκησεν, αὐτοῦ τὰς πανουργίας, σαφῶς καὶ κατήσχυνεν, ἡ Σῆ προμήθεια.
Λαμπρῶς δὴ καὶ ἄκοντος, τούτους Σεμνὴ πεφανέρωται, καὶ ἄπειρα θαύματα, τοῖς προσιοῦσι πιστῶς, ἀπετέλεσεν, ἡ Ζώνη Σου Παρθένε, καὶ πάντας διήγειρεν, ὕμνους προσφέρειν Σοι.
ᾨδὴ γ΄. Στερεωθήτω ἡ καρδία μου.
Πανηγυρίσωμεν φιλέορτοι, καί συνευφρανθῶμεν τῷ πνεύματι, ἐν τῇ εὐσήμῳ ἑορτῇ, τῆς εὑρέσεως σήμερον, ἐπανόδου τε τῆς Ζώνης Σου, ἁγνὴ Παναμώμητε.
Εὐχαριστοῦντες ἀνυμνοῦμέν Σε, Παναγία Κόρη Θεόνυμφε, ὅτι τὴν Ζώνην Σου ἡμῖν, ἐπανήγαγες σήμερον, τὸ κειμήλιον Πανάμωμε, ἡμῶν καὶ κραταίωμα.
Πανηγυρίζει νῆσος ἅπασα, τῆς Ἁγιωνύμου Εἰρήνης νῦν, καὶ μεγαλύνει εὐσεβῶς, τὴν ἁγνὴν Θεομήτορα· ἐκεῖ Ζώνης γὰρ τὴν εὕρεσιν, γενέσθαι ηὐδόκησε.
Συναθροισθέντες πάντες σήμερον, τῷ σεπτῷ τεμένει Σου Ἄχραντε, καὶ ὑπαντώντες εὐλαβῶς, τὴν πανάφθαρτον Ζώνην Σου, προσκυνοῦμεν Παναμώμητε, ἡμῖν οὖσαν καύχημα.
Ἕτερος. Τοὺς Σοὺς ὑμνολόγους.
Μονή σου Ἁγνὴ ἐπανελθούσης, Σῆς Ζώνης ὦ Μῆτερ τοῦ Θεοῦ, ἅπαντες συγκροτήσαντες, πνευματικὴν πανήγυριν, φαιδρῶς ἐπιτελοῦμεν νῦν, ᾠδὰς ᾀσμάτων προσάδοντες.
Χαίρει καὶ σκιρτᾶ Βατοπαιδίου, Μονὴ ἡ περίδοξος τὰ νῦν, εὕρεσιν ἑορτάζουσα χαρμονικῶς, τῆς Ζώνης Σου Παρθένε, παναμώμητε, αὐτὴν πιστῶς ἀπολαύσασα.
Ἡδὺς καὶ λαμπρότερος ὁρᾶται, τοῖς πᾶσι ὁ ἥλιος κρυβείς, νέφη καὶ ποθεινότερος, οὕτω καὶ νῦν ἡ Ζώνη Σου, ὤφθη κρυβεῖσα Πάναγνε, ποθεινοτάτη καὶ πάντερπνος.
Πάντες νῦν συνδράμωμεν προθύμως, φαιδροὶ καὶ γηθόμενοι ψυχαῖς, Ζώνης εἰς τὴν ἐπάνοδον, μεγαλοφώνως ᾄσματα, πρὸς ὑπαντὴν παναρμόνια.
Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγη ὁ δεινός, ὁ πρὶν κατέχων σε σεπτή, Ζώνη τὴν ἕλευσιν μαθών, τοῦ Ἱερέως δὴ τοῦ σοῦ, καὶ πολυτρόπως σε κρύπτειν ὁ δολιόφρων, ὑπείγετο δεινῶς, διὰ μεθόδων πολλῶν, ἡ δὲ ὑπομονή, τοῦ ὑπηρέτου τοῦ σοῦ, πάσας αὐτοῦ κατήσχυνεν ὄντως, τὰς μεθοδείας πανάφθαρτε, καὶ ἀνεφάνη, ἡμῶν ἡ δόξα, ἀποδοθεῖσα τῇ ποίμνῃ σου.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.
ᾨδὴ δ΄. Ἐν πνεύματι προβλέπων.
Ναὸς ἡγιασμένος ἐδείχθης τοῦ Θεοῦ, τοῦ ἐν Σοὶ οἰκήσαντος Παρθένε ὑπὲρ νοῦν, τὴν παναγίαν Σου Ζώνην καταλιποῦσα, ἡμῖν θαυμάτων τε πηγὴν ἀναδειχθείσαν, δόξα τῇ δυνάμει Σου κράζουσιν.
Ἐξέστησαν τὰ πλήθη, ἁπάντων τῶν βροτῶν, τὸ φθαρτὸν ἔριον, τοῦ χρόνου τὴν ῥοήν, τοῦ πανδαμάτορος ἔφυγε Θεοτόκε, καὶ φύσεώς τε τῇ τάξει οὐχ ὑπετάγη, ὄντως ἐν Σοὶ φύσεις ἠλλάγησαν.
Εὐφράνθητι ἡ νῆσος, ἐν πίστει καὶ χαρᾷ, ἐν σοὶ γὰρ ηὐδόκησεν τὴν Ζώνην ἡ ἁγνή, αὐτῆς Ἁγία Ειρήνη τε φυλαχθῆναι, καὶ σοὶ αὐτὴν μετὰ καιρὸν ἀναφανῆναι· μέγα σου τὸ κλέος πανθαύμαστε.
Ἕτερος. Τὴν ἀνεξιχνίαστον.
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τίς κατανοῆσαι δυνήσεται, Κόρη Παρθένε, καὶ κριμάτων τοῦ Θεοῦ, ἄβυσσος πῶς ἡ Ζώνη Σου, χρόνοις ἐπιπλείστοις συγκέκρυπται.
Ποῖος ἂν ἰσχύσειε βρότειος νοῦς, ἐννοῆσαι Ζώνη πανέντιμε, τὰς μεθοδείας τῶν ποικίλων δυσμενῶν, κρύψαι δεινῶς τὴν χάριν σου, προσεπιχειρούντων δεινότατα.
Εἰ μὴ Σὺ κατένευσας Μῆτερ ἁγνή, καὶ κατεσοφίσω τρανώτερον ἀποδεικνῦσα πάσας τὰς βολὰς αὐτῶν, ἀπράκτους οὐκ ἂν εἴχομεν, τῆς σεπτῆς Σου Ζώνης τὴν εὕρεσιν.
Πᾶσι πανηγύρεως Ζώνη σεπτή, ἡμέρα καὶ λίαν χαρμόσυνος, πέφηνεν ἤδη, ἡ ἀνάδειξις ἡ σή, ἅπαντας κατευφραίνουσα, τοὺς ἐγγὺς καὶ πόῤῥω πανέντιμε.
ᾨδὴ ε΄. Τὴν Σὴν εἰρήνην.
Πανάχραντε ἡ τέξασα τὸν πάντων Ποιητήν, τοῦτον περιζώσασα Ζώνη Σου Κόρη τῇ τιμίᾳ Παναμώμητε· ταύτην ἡμῖν Παρθένε, κατέλιπες ὡς ὄλβον.
Τὰ Σὰ ἐλέη δός ἡμῖν, ὦ Μῆτερ Θεοῦ, ἤδη ἐκτελοῦσι φαιδρῶς τὴν πανήγυριν, εὑρέσεώς τε θείας Ζώνης Σου, σὺν τῇ επανόδω, ἁγνὴ Θεοκυῆτορ.
Ἐν θλίψει Παναμώμητε, ὑπάρχοντες τὸ πρίν, θείας ὑστερούμεθα Ζώνης Σου· νῦν τῇ ἐπανόδῳ ἐνεπλήσθημεν, πλείστης χαρᾶς Παρθένε, ἡμῖν γὰρ κλέος αὕτη.
Ὡς μέγιστον κραταίωμα τὴν Ζώνην Σου Ἁγνή, τεῖχός τε ἀπόρθητον Πάναγνε, κρήνη ἰαμάτων, καὶ θαυμάτων τε ταύτην πηγὴν Παρθένε, ἀκένωτον πλουτοῦμεν.
Ἕτερος. Ἐξέστη τὰ σύμπαντα.
Ἐξέστησαν ἅπαντες, ἐν τῇ σεπτῇ εὑρέσει σου, ὦ Ζώνη τιμία οἱ ἐν νήσῳ, ὄντες Εἰρήνης ἁγιωνύμου σαφῶς, καὶ λίαν εὐφράνθησαν πιστῶς, ὑμνοῦντες τὴν χάριν σου καὶ φαιδρῶς μεγαλύνοντες.
Συνέδραμον ἅπαντες, μετὰ θερμῆς τῆς πίστεως, ὁμοθυμαδὸν σὲ προσκυνῆσαι, Ζώνη τιμία μετ’ εὐλαβείας πολλῆς, πρεσβῦται καὶ ἄρχοντες λαοί, πάντες ἀνυμνοῦντές σου, τὰ μεγάλα θαυμάσια.
Δεινῶς καθυπέμειναν, τῆς νήσου οἱ οἰκήτορες, αὐτῶν τὴν διαζεύξιν σου Ζώνη, ὄλβον χαρίτων ἀποστερεῖσθαι σαφῶς, οἰόμενοι ὅθεν καὶ πιστῶς, ἔχεις κἂν τὴν χάριν σου, νοητῶς καθικετεύον.
Καλῶς παρεκλήθησαν, ὑπὸ τοῦ Ἱερέως σου, ὅθεν καὶ προέπεμπόν σε πίστει, Ζώνη τιμία μετὰ δακρύων πολλῶν, τὴν σὴν ἐκκαλουμένοι θερμήν, σκέπην καὶ βοήθειαν, καὶ ἀπούσης πανάφθαρτε.
ᾨδὴ στ΄. Τὸν Προφήτην Ἰωνᾶν.
Εὐφημήσωμεν πιστοί, τὴν Μητέρα τοῦ Θεοῦ, ὅτι σήμερον ἡμῖν, τὴν τιμίαν ἑαυτῆς καὶ ἄφθαρτον, καὶ θείαν Ζώνην νῦν ἐπανήγαγεν.
Δεῦτε πάντες ἀδελφοί, νῦν συνέλθομεν πιστῶς, πρὸς τὴν πάντιμον σορόν, Ζώνην τῆς πανευκλεοῦς, γεραίροντες καὶ προσκυνοῦντες, ἁγνῶς τὴν Πάναγνον.
Ζώνη θεία καὶ σεπτή, τῆς Παρθένου καὶ ἁγνῆς, ταῖς δεήσεσιν ἡμῶν, νεῦσον ἤδη εὐμενῶς, καὶ δώρησαι ἁμαρτημάτων, τελείαν ἄφεσιν.
Μεγαλύνομεν πιστῶς, Ζώνην τὴν ἀειλαμπή, τὴν ἐπάνοδον αὐτῆς, ἑορτάζοντες φαιδρῶς, καὶ ᾄσμασιν αὐτὴν ὑμνοῦντες, σὺν τῇ εὑρέσει τε.
Ἕτερος. Τὴν θείαν ταύτην.
Τὴν θείαν Ζώνην Σου Ἄχραντε, ἐλθοῦσαν τῇ Μονῇ Σου προσέδραμον, καὶ ὑπεδέξαντο, ταύτην σκιρτώσῃ καρδίᾳ τε ποδὶ ἀγαλλομένῳ, πάντες οἱ δοῦλοί Σου.
Εἰκόντως Ζώνη ὑπόθεσιν, λαμπρᾶς νῦν πανηγύρεως εἴληφε, τὴν σὴν ἐπάνοδον, ἐκ τῆς Ἑλλάδος ἡ ποίμνη σου, καὶ χαίρει ἐκ τελοῦσα τὰ χαριστήρια.
Ὢ πόσης Ζώνη φαιδρότητος, χαρᾶς καὶ εὐφροσύνης ἀῤῥήτους τε, πᾶσα ἡ ποίμνη σου, ὄντως ἐπλήσθη καὶ γέγηθε, φαιδρῶς ἀπολαβοῦσα σὲ πανακήρατε.
Χαρίτων βρύσιν σε ἔχουσα, πηγήν τε θαυμασίων ἀκένωτον, Ζώνη ἡ ποίμνη σου, χαίρει τῇ νῦν ἐπανόδῳ σου, καὶ μεγαλύνει ταύτην πανηγυρίζουσα.
Κοντάκιον. Ἦχος α΄. Χορὸς ἀγγελικός.
Ευφραίνεται λαμπρῶς, ἡ Σὴ ποίμνη Παρθένε, εὑροῦσα τὴν σεπτήν, καὶ πανάφθαρτον Ζώνην, τὴν Σὲ περιζώσασαν, καὶ ἀεὶ διαμένουσαν· ὅθεν σήμερον, ἀπολαβοῦσα ἐν πόθῳ, ταύτην ᾄσμασι, χαριστηρίοις τιμᾶ Σε, τὴν μόνην Ἀειπάρθενον.
Ὁ Οἶκος.
Τίς γηγενῶν τὰ σὰ μεγαλεῖα διηγήσεται, Ζώνη πανάφθαρτε; Ποία γλῶσσα βροτῶν ἀξίως ὑμνήσει σου τὸ ἄφθαρτον, καὶ τὴν ἀκένωτον πηγὴν τῶν θαυμασίων σου; Σὺ καθ’ ἑκάστην πᾶσι τοῖς πιστῶς προσιοῦσι τῇ ἁγίᾳ Σορῷ σου, τὰς ἰάσεις βραβεύεις, καὶ τὴν λοιμικὴν ἀπελαύνεις νόσον, καὶ τὴν ὑγείαν παρέχεις· ὅθεν πάντες συνελθόντες ἐν τῷ θείῳ τεμένει σου λαμπρῶς ἐπιτελοῦμεν τὴν θείαν εὕρεσιν, καὶ τὴν ἁγίαν ἐπάνοδον ἐν τῇ Ἱερᾷ καὶ σεβασμίᾳ Σου τοῦ Βατοπαιδίου Μονῇ, ἀνυμνοῦντές Σε τὴν μόνην Ἀειπάρθενον.
Συναξάριον.
Τῇ 10η τοῦ αὐτοῦ μηνός, τήν ἀνάμνησιν ἑορτάζομεν τῆς ἐν ἔτει 1830 εὑρέσεως τῆς Τιμίας Ζώνης τῆς Ὑπαραγίας Θεοτόκου ἐν τῇ νήσῳ τῆς ἁγ. Εἰρήνης (κοινῶς Σαντορίνης) καί τῆς ἐπανόδου αὐτῆς ἐν τῇ Ἱερᾷ Μονῇ Βατοπεδίου.
Ταῖς τῆς Πανάγνου Μητρός Σου πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς, ἀμήν.
ᾨδὴ ζ΄. Ἡ κάμινος Σωτήρ.
Ὑμνοῦμεν τὴν πανάφθαρτον Ζώνην Σου, Παρθένε Θεοτόκε Παντάνασσα, γεραίροντες ἐν πίστει, τὴν ἁγίαν αὐτῆς εὕρεσιν.
Ἡ νῆσος ἐπαγάλλεται σήμερον, Εἰρήνης τῆς Ἁγίας ἐν πνεύματι, τῆς Ζώνης τῆς παντίμου, ἑορτάζουσα τὴν εὕρεσιν.
Ψυχαὶ νῦν τῶν Δικαίων εὐφράνθητε τὴν Ζώνην τῆς ἁγνῆς Θεομήτορος, ἐν πίστει προσκυνοῦσαι, τῶν δεινῶν γὰρ λύσιν λήψεσθε.
Ἱκέτευε Θεὸν ὃν ἐκύησας Παρθένε παναγία Θεόνυμφε, ὑπὲρ τῶν προσκυνούντων, τὴν ἁγίαν Ἁγνὴ Ζώνην Σου.
Ἕτερος. Οὐκ ἐλάτρευσαν.
Οὐ κατίσχυσε, καλύψαι τοῦ ἀλάστορος, Ζώνη τὴν χάριν σου, καὶ συσκιᾶσαι αὐτὴν δεινὰ πανουργεύματα, τοῦτον πάντιμε, κατασοφισαμένη σου, καὶ λαμπρῶς ἀναφανείσης.
Ζώνη πάντιμε καὶ ἄκων ἀνεκάλυψεν, ὁ πρὶν πολέμιος, τὴν σὴν σορὸν ὦ σεπτή, τῇ σῇ προμηθείᾳ τε ἐκβιαζόμενος, Ἱερέως τε, τοῦ σοῦ συνέσει ἄφθαρτε, ὡς σαφῶς δώτα ἐδείχθη.
Εὖ συνέδραμε, καὶ δὴ συναγωνίσατο, πρὸς σὴν ἀνέρευσιν, ὁ Ἱεράρχης σεπτή, τῆς Νήσου ὡς ἄριστος, ποιμὴν πανέντιμε, Ἱερέα σου καλῶς περιποιούμενος, καὶ λαμπρῶς ταύτην προπέμπων.
Κλῆρον ἅπαντα, λαόν τε εἶχεν ἄπειρον, συνεφεπόμενον, ὁ Ἱεράρχης τῇ σῇ, εὑρέσει προόδῳ τε, πανηγυρίζοντες, Ζώνη πάντιμε, νῆσον περιερχόμενοι, πᾶσαν πλείστη εὐλαβεία.
ᾨδὴ η΄. Ὃν φρίττουσιν Ἄγγελοι.
Πανύμνητε Δέσποινα, ἐλπὶς Χριστιανῶν, δυνάμει τῆς Ζώνης Σου, τῆς θείας καὶ σεπτῆς, τὴν ποίμνην Σου φρούρει, καὶ πάντας πιστούς, τοὺς Σὲ ἀνυμνοῦντας, εἰς πάντας τοὺς αἰῶνας.
Προσπίπτομεν ἅπαντες, ἐν φόβῳ καὶ χαρᾷ, τιμῶντες ἐν ᾄσμασι, τὴν Ζώνην τῆς ἁγνῆς, καὶ μόνης Παρθένου προσκυνοῦντες αὐτήν, καὶ δοξολογοῦντες, εἰς πάντας τοὺς αἰῶνας.
Τὴν ποίμνην Σου Δέσποινα, τιμῶσαν εὐλαβῶς, τὴν θείαν ἐπάνοδον τῆς Ζώνης τῆς σεπτῆς, καὶ λαμπρῶς τελοῦσαν ἱερὰν ἑορτήν, ἐκ παντοίας ῥῦσαι, ἀνάγκης καὶ κινδύνου.
Κραταίωμα ἄσειστον, καὶ πύργον ἀσφαλῆ, τὴν Ζώνην Σου δέδωκας, Παρθένε Μαριάμ, τῇ ποίμνῃ Σου ταύτῃ, τῇ ἐν πίστει θερμῇ, Σὲ δοξολογούση, εἰς πάντας τοὺς αἰῶνας.
Ἕτερος. Παῖδας εὐαγεῖς.
Παῖδες νεάνισκοι, καὶ παρθένοι, πρεσβῦται οἱ ἐκ τῆς νήσου τε καὶ ἄρχοντες, σῇ σορῷ παρείποντο, λίαν εὐφραινόμενοι, τὴν οἰκουμένην ἅπασαν προσεκαλούμενοι, τὴν χάριν σου ὑμνεῖν καὶ δοξάζειν, καὶ σὲ μεγαλύνειν, ὦ Ζώνη εἰς αἰῶνας.
Χάρις ἣν δεδώρησαι, Παρθένε, τῇ Ζώνῃ τῇ Σῇ μεγίστῃ τε καὶ ἄφραστος, θαύματα γὰρ ἄπειρα, λίαν τε ἐξαίσια, ἐπιτελεῖ ἀείποτε τοῖς προσιοῦσιν αὐτῇ, καὶ ταύτην πιστῶς ἀσπαζομένοις, καὶ ὑπερυψοῦσι, Σὲ Κόρη εἰς αἰῶνας.
Σήμερον Μονὴ Βατοπαιδίου, πανήγυριν ἄγει θείαν καὶ χαρμόσυνον, πάσας συγκαλοῦσα νῦν, ἄλλας Μονὰς ἅμα τε, σεπτὰς καὶ ἅπαν σύστημα, τῶν ἐν τῷ Ὄρει Σεμνή, τοῦ Ἄθω τῷ κλήρῳ Σου Παρθένε, τοῦ συνεορτάσαι, Σῆς Ζώνης τῇ εὑρέσει.
Λίαν ἐπαγάλλεται καὶ χαίρει, ἡ ποίμνη Σου Κόρη καθορῶσα νῦν, Ζώνη Σου τὴν πάντιμον, χρόνοις ἐπὶ πλείοσιν, ἐπανιοῦσαν σήμερον, μεθ’ Ἱερέως τοῦ Σοῦ διόπερ παμπληθεῖ συνεξῆλθεν, ὑποδεξαμένη αὐτὴν μετ’εὐφροσύνης.
ᾨδὴ θ΄. Τὴν φωτοφόρον νεφέλην.
Σήμερον πάντες ἐν ὕμνοις, καὶ ἱεραῖς μελωδίαις, δράμωμεν πόθῳ καὶ σπουδῇ καὶ εὐθύμῳ καρδίᾳ, Ζώνην τὴν πάντιμον πιστῶς, ἁγνῆς Θεομήτορος, προστάτιδος τῆς ἡμῶν προσκυνοῦντες, εὐλαβῶς τε ἀσπαζόμενοι αὐτήν.
Ἰδοὺ πανάγιος οἶκος, ἐν ὧ ἡ πάντιμος θήκη, ἡ περιέχουσα λαμπρῶς, τὴν πανέντιμον Ζώνην, τῆς ὑπεράγνου τοῦ Θεοῦ Μητρός, ἣν ἐζώσατο, ὑμνήσωμεν ἱεραῖς μελωδίαις, προσκυνοῦντες μετὰ πίστεως θερμῆς.
Ἡ Παναγία Παρθένος καὶ Θεοτόκος Μαρία, σήμερον τίθησιν ἡμῖν, εἰς προσκύνησιν πᾶσι, Ζώνην τὴν ἄφθαρτον Αὐτῆς ἐξ ἧς τὰ ἰάματα βραβεύεται, προσκυνήσωμεν τοίνυν, εὐλαβείᾳ θερμοτάτῃ τε στοργῇ.
Σήμερον νῆσος ἐν πίστει, ἡ τῆς Ἁγίας Εἰρήνης, ἄγει πανήγυριν φαιδράν, καὶ λαμπρῶς ἑορτάζει, εὕρεσιν θείαν τῆς σεπτῆς Πανάχραντε Ζώνης Σου Πανάμωμε, Σὺ δὲ ταύτην Παρθένε περιφρούρει, ἐκ παντοίων πειρασμῶν.
Ἕτερος. Ἅπας γηγενής.
Ἅπαντες πιστῶς, οἱ τῇδε μονάζοντες, Μονῇ ἀθροίσθητε, καὶ πανηγυρίσατε, τῆς θείας Ζώνης, ἤδη τὴν εὕρεσιν, ἐφ’ ἧπερ κλεϊζόμεθα, καὶ σεμνυνόμεθα, τῶν θαυμάτων βρύσις γὰρ ἀνέκλειπτος, καὶ πηγὴ ἰαμάτων ἀκένωτος.
Μέγας θησαυρός, ἡ Ζώνη Σου Πάναγνε, ἡμῖν δεδώρηται, σκέπη καὶ κραταίωμα, καὶ κλέος Μῆτερ ὄντως ὑπάρχουσα, διὸ τῇ ἐπανόδῳ νῦν, ταύτης πανήγυριν ἐκτελοῦμεν, καὶ χαρμόσυνον χαριστήριον αἶνον προσάδοντες.
Ὑπὲρ τὰς Μονάς, τὰς ἐν τῷδε κλήρῳ Σου Κόρη τοῦ Ἄθωνος, ἡ Βατοπαιδίου τε, ἐθαυμαστώθη καὶ κεχαρίτωται, καὶ γὰρ πλουτεῖ τὴν Ζώνην Σου, καὶ Βηματάρισσαν, Σοῦ εἰκόνα, ἄλλην τε Φωνήτριαν, ἄλλα πλεῖστα ἐπάξια θαύματος.
Χρέος Σοι σεμνή, ὀφείλομεν ἄπλετον ἐπὶ ταῖς χάρισι,ταῖς ἐν τῇ Μονῇ, ἡμῶν ἀπείροις οὔσαις καὶ καθ’ ἑκάστην τε, προσγινομέναις Πάναγνε, ἐκ Σοῦ Μητρόθεε, ὡς προστάτις ταύτης ἀκαταίσχυντος, Σὺ ὑπάρχουσα Κόρη πανάμωμε.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τῆς Ζώνης Σου τῆς Ἁγίας, τὴν εὕρεσιν ἡ Σῆ ποίμνη, πανηγυρίζει Παρθένε, λαμπρῶς σὺν τῇ ἐπανόδῳ, ταύτης τῆς νῦν ἐξ Ελλάδος, πόθῳ ἁγνὴ Θεοτόκε.
Ἕτερον.
Χαριστηρίοις ὕμνοις, δοξάζοντές Σε Παρθένε, σὺν τῷ Ἀγγέλῳ τὸ χαῖρε, βοῶμέν Σοι Θεοτόκε· χαῖρε ἀνύμφευτε Μήτηρ, τοῦ Βασιλέως τῆς δόξης.
Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε συνδράμωμεν πάντες πρὸς ὑπαντὴν ἱεράν, τῆς παναφθάρτου Ζώνης, τῆς Μητρὸς τοῦ Κυρίου, καὶ δόξαν δῶμεν ταὔτη, ὅτι ἡμᾶς, ἐπεσκέψατο σήμερον, φανερωθεῖσα ἐνδόξως τε καὶ λαμπρῶς, τοῖς μετὰ πόθου ἐκζητησάσι.
Δεδοξασμένη ὑπάρχεις Παρθένε ἄχραντε, Σὺ γὰρ τὴν ἱεράν Σου, καὶ ἀκήρατον Ζώνην, ἐν οἴκῳ κρυπτομένην χρόνῳ πολλῷ, ταύτην πάλιν ηὐδόκησας, ἐπανελθεῖν τῇ Μονῇ Σου τῇ ἱερᾷ, μέγα ταύτης ὡς προσφύγιον.
Ἡ νῆσος πᾶσα χορεύει ἐν τῇ εὑρέσει σου, καὶ συγκαλεῖται πάσας, τὰς περικύκλῳ χώρας, τελέσαι γηθοσύνως λαμπρὰν ἑορτήν, καὶ πιστῶς προσκυνῆσαί σε, Θεοχαρίτωτε Ζώνη σὺ γὰρ αὐτήν, πάσης θλίψεως διέσωσας.
Τὸ θεοδόχον Σου σῶμα ἡ περιζώσασα, καὶ ἐξ αὐτοῦ πλουτοῦσα, ἀφθαρσίαν Παρθένε, ἐν δόξῃ ἐπανῆλθε Ζώνη σεπτή, τῷ Ἁγίῳ τεμένει Σου, Βατοπαιδίου διόπερ ὦ ἀδελφοί, δεῦτε πάντες ὑπαντήσωμεν.
Δόξα. Καὶ νῦν. Ἦχος δ΄.
Τὴν πάνσεπτόν σου εὕρεσιν, καὶ τὴν ἐπάνοδον Ζώνην πανάφθαρτε, ὁ λαὸς τῆς σῆς ποίμνης, χρεωστικῶς πανηγυρίζει, καὶ λαμπρῶς ἑορτάζει τῶν ἰαμάτων σου τὰ πλήθη. Καὶ τῶν θαυμάτων τὸ πέλαγος ἀνακηρύττων, ἀεὶ ὡς πηγὴ γὰρ ὑπάρχει ἀκένωτος. Καθ’ ἑκάστην ἀντλουμένη, καὶ μὴ κενουμένη,ὑπερεκχεῖται δὲ μᾶλλον καὶ περισσεύεται. Διὸ πανακήρατε Ζώνη, μεγαλύνομεν τὰ μεγαλεῖά σου, τὴν ἄβυσσον τῶν χαρίτων σου, ὑμνολογοῦντες, δοξάζομεν διαπαντός,τὸν δοξάζοντά σε Κύριον.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά, οἱ Μακαρισμοί καὶ ἐκ τῶν Κανόνων ὁ α΄ τῆς γ΄ ᾠδής καὶ ὁ β΄ τῆς στ΄.
Ἀπόστολον καὶ Εὐαγγέλιον, τὰ τῶν Εἰσοδείων τῆς Θεοτόκου.
Κοινωνικόν. Ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου