Παρασκευή 29 Μαΐου 2015

Ἀκολουθία Καταθέσεως ΤΙΜΙΑΣ ΕΣΘΗΤΟΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ


web statistics


Ψαλλομένη τῇ 2α Ἰουλίου
 
Ἐκ τοῦ Μηναίου και τινα ποιήματα Δρ. Χαραλάμπους Μπούσια

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ὑπό Δρ. Χαραλάμπους Μπούσια
Μετὰ τὸν Προοιμιακὸν εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τὴν ἱεράν σου ἐσθῆτα, Θεογεννήτρια, λαῷ τῷ Σὲ τιμῶντι εὐλαβῶς ἐδωρήσω, ἀσπίδα κατὰ πλάνου ἐπιβουλῆς, καὶ στεῤῥὸν περιτείχισμα, τὰς ἐπιθέσεις ἐκτρέπον τοῦ πονηροῦ βροτοκτόνου, Βλαχερνίτισσα.

Ἐν Βλαχερνῶν τῷ τεμένει τὸ Σὸν μαφόριον, κατέθεσεν τὸ θεῖον, ἡ δυὰς αὐταδέλφων, ὁ Γάλβιος, Παρθένε, Μῆτερ Θεοῦ, γλυκυτάτη καὶ Κάνδιδος, ὡς κιβωτὸν ἁγιάσματος ἱερὰν καὶ ταμεῖον θείας χάριτος.

Ἐκ λοιμικῆς ἀσθενείας Γαρίτσαν ἔσωσας, τὴν ἀνεγείρασαν σοι, Βλαχερνίτισσα Μῆτερ, ναὸν μετ᾿ εὐλαβείας πανευπρεπῆ, ἐν ᾧ ἔθηκε, Δέσποινα, τὴν ἱερὰν Σοῦ εἰκόνα καὶ θαυμαστήν, ἐκ θαλάσσης ἣν παρέλαβεν.

Δεῦτε, πιστοί, συνελθόντες κατασπασώμεθα, τὴν ἱερὰν εἰκόνα, τῆς ἁγνῆς Θεοτόκου, τὴν βρύουσαν ἰάσεις παντοδαπὰς, τοῖς Αὐτῇ προσπελάζουσι, καὶ ἀνακράξωμεν· χαῖρε Χριστιανῶν, προστασία, Βλαχερνίτισσα.

Δόξα. Καὶ νῦν. Ἦχος β´.
Τὴν σεβασμίαν Σοῦ εἰκόνα προσκυνοῦντες, Βλαχερνίτισσα Μῆτερ, τὴν ἀναβλύζουσαν ὡς ἐξ Ἐδὲμ νοητῆς ποταμοὺς θαυμάτων, εὐλαβῶς ἀνευφημοῦμέν Σε καὶ εὐχαρίστῳ γλώσσῃ κράζομεν· χαῖρε, ἡ ἐκ χειρῶν τοῦ πολεμήτορος ἡμᾶς διασῴζουσα, καὶ ἀνιατοὺς νόσους ταχινῶς θεραπεύουσα, τῶν ἐχόντων Σὲ ἀρωγὸν καὶ ἀκέστορα ἐν βίου δοκιμασίαις καὶ θλίψεσι.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Τέμενος Βλαχερνῶν, ἡγίασας Παρθένε, ἐν Κωσταντινουπόλει, ἐσθῆτί Σου ἣν ξένως, ἠφθάρτισεν ὁ Τόκος Σου.

Στ. Ἡγίασε τὸ σκήνωμα Αὐτοῦ ὁ Ὕψιστος.
Πόθῳ οἱ εὐσεβεῖς, τὴν θείαν Σου εἰκόνα, τὴν βρύουσαν ἰάσεις, καὶ
πίστει προσκυνοῦμεν, Παρθένε Βλαχερνίτισσα.

Στ. Τὸ πρόσωπόν Σου λιτανεύουσιν, οἱ πλούσιοι τοῦ λαοῦ.
Ἔσωσας θαυμαστῶς, Σῇ θείᾳ παρεμβάσει, ἐκ τῇ λοιμώδους νόσου Γαρίτσαν τὴν ἐν νήσῳ, Κερκύρας Βλαχερνίτισσα.

Δόξα. Τριαδικόν.
Ἄναρχε Πλαστουργὲ, σὺν Λόγῳ Σου συνάρχῳ, καὶ Πνεύματί Σου Θείῳ, ἐλέησον τὸν κόσμον, τὸν ἐκβοῶντα· Δόξα Σοι.

Καὶ νῦν. Θεοτοκίον.
Ἔτεκες, Μαριάμ, τὸν Ἕνα τῆς Τριάδος, προσψαύσαντα ὡς βρέφος, ἐσθῆτα σὴν ἐν θείαις, ἀγκάλαις Βλαχερνίτισσα.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος πλ. δ'.
Θεοτόκε ἀειπάρθενε, τῶν ἀνθρώπων ἡ σκέπη, Ἐσθῆτα καὶ Ζώνην τοῦ ἀχράντου Σου σώματος, κραταιὰν τῇ Πόλει Σου περιβολὴν ἐδωρήσω, τῷ ἀσπόρῳ τόκῳ Σου ἄφθαρτα διαμείναντα· ἐπὶ Σοὶ γὰρ καὶ φύσις καινοτομεῖται καὶ χρόνος· διὸ δυσωποῦμέν Σε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
          Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ'. Ἦχος δ'. Ἔδωκας σημείωσιν.
Ἔδωκας Φιλάνθρωπε, τὴν Σὴν Μητέρα βοήθειαν, τοῖς Σοῖς δούλοις ὡς εὔσπλαγχνος, δι' Ἥς τὴν ἀπόρρητον, καὶ φρικτὴν εἰργάσω, Σὴν οἰκονομίαν, καὶ τὸ πρωτόκτιστον ἡμῶν, ἐπανωρθώσω θεῖον ἀξίωμα· διὸ τὴν πανσεβάσμιον, Ταύτης τιμῶντες πανήγυριν, ἀνυμνοῦμεν τὸ κράτος Σου, Ἰησοῦ παντοδύναμε.

Πόλιν τὴν τιμῶσάν Σε, καὶ κατὰ χρέος δοξάζουσαν, περιέπεις πανύμνητε, Ἐσθῆτι τιμίᾳ Σου, ἐξ ἀθεωτάτων, Ἄχραντε βαρβάρων, ἀπὸ λιμοῦ τε καὶ σεισμοῦ, καὶ ἐμφυλίου πολέμου πάντοτε, Παρθένε ἀπειρόγαμε· καὶ διὰ τοῦτο δοξάζει Σε, Παναγία Θεόνυμφε, τῶν ἀνθρώπων βοήθεια.

Ἐσθῆτα τιμίαν Σου, θεοχαρίτωτε Δέσποινα, ἐδωρήσω τῇ Πόλει Σου, πλοῦτον ἀναφαίρετον, σκέπην τε καὶ κλέος, καὶ ἄρρηκτον τεῖχος, καὶ ἰαμάτων θησαυρόν, καὶ τῶν θαυμάτων πηγὴν ἀένναον, λιμένα τε σωτήριον, χειμαζομένοις ἑκάστοτε· διὰ τοῦτο ὑμνοῦμέν Σε, ὑπερύμνητε Δέσποινα.

Ἕτερα. Ἦχος ὁ αὐτός. Ὦ, τοῦ παραδόξου θαύματος. (Δρ. Χ. Μπούσια).
 Αἴνεσιν, συμφώνως πέμψωμεν ἐν χορῷ ἀδελφοί, τῇ Μητρὶ τοῦ Κτίσαντος, ὑμνοῦντες τὴν ἀρωγὴν, Αὐτῆς τὴν ἄγρυπνον, πρὸς πάντας τοὺς γηγενεῖς τοὺς νῦν βοῶντας· σεμνὴ Βλαχερνίτισσα, ἀκέστορ τῶν ἐν δεινοῖς καὶ τῶν ἐν λύπαις γλυκεῖα ἀνάψυξις, Κεχαριτωμένη, χαῖρε, ποταμὲ ἰάσεων, εὐσεβέσι πηγάζων, συμπαθείας θεία νάματα.

Βαβαί, τῆς Σῆς πανσθένους ἀρωγῆς, ἣν δεικνύεις πᾶσι τοῖς πιστοῖς ἀείποτε, τοῖς ᾄσμασι μελίχροις σεπτῆς Ἐσθῆτός Σου κατάθεσιν ἐν ναῷ τῶν Βλαχερνῶν ἀνυμνοῦσι καὶ κράζουσι· πανάμωμε Μαριάμ, ἐκ συμφορῶν καὶ κινδύνων διάσωσον, τοὺς ἀσπαζομένους πόθῳ τὴν σεπτὴν εἰκόνα Σου, τὴν βλυστάνουσαν κόσμῳ, ὑγιείας νέκταρ ἥδιστον.

Σοῦ τὸ ἱερὸν μαφόριον ἐκ τῆς Γαλιλαίας εἰς Κωνσταντινούπολην ἐκόμισαν εὐλαβῶς ποτε οἱ Κάνδιδος καὶ Γάλβιος, ἀδελφοὶ ὄντες, ὡς ὄλβον τῆς πίστεως ἄσυλον, καὶ βασιλεὺς ὁ σεμνὸς ἐν Βλαχερνῶν τῷ ναῷ ταύτην ἔθηκεν, πρὸς ἁγιασμόν καὶ ῥώμην δήμου εὐσεβόφρονος μεγαλύνοντος πόθῳ τὴν Κυρίαν Βλαχερνίτισσαν.

Δόξα. Καὶ νῦν. Ἦχος β'.
Φρένα καθάραντες καὶ νοῦν, σὺν τοῖς Ἀγγέλοις καὶ ἡμεῖς πανηγυρίσωμεν, φαιδρῶς ἐξάρχοντες, δαυϊτικὴν μελῳδίαν, τῇ νεάνιδι νύμφῃ τοῦ Βασιλέως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Ἀνάστηθι, Κύριε, λέγοντες εἰς τὴν ἀνάπαυσίν Σου, Σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός Σου· ὡς γὰρ παλάτιον τερπνόν, Ταύτην κατεκόσμησας, καὶ κατεκλήρωσας Αὐτὴν τῇ Πόλει Σου Δέσποτα, περιποιεῖσθαι καὶ σκέπειν, ἐκ πολεμίων βαρβάρων, τῇ κραταιᾷ δυνάμει Σου, ταῖς ἱκεσίαις Αὐτῆς.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Γενέσεως τὸ Ἀνάγνωσμα (κη΄ 10-17).
Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαράν. Καὶ ἀπήντησε τόπῳ καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῆ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανὸν καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτήν· ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ᾿ αὐτῆς καὶ εἶπεν· Ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ Θεὸς Ἰσαᾶκ· μὴ φοβοῦ. Ἡ γῆ, ἐφ᾿ ἧς σὺ καθεύδεις ἐπ᾿ αὐτῆς, σοι δώσω αὐτὴν καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν καὶ ἐπὶ Λίβα καὶ ἐπὶ Βοῤῥᾶν καὶ ἐπ᾿ Ἀνατολὰς καὶ ἐνευλογηθήσονται ἐν σοι πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ἐν τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ εἶμι μετὰ σου, διαφυλάσσων σὲ ἐν τῇ ὀόω πάσῃ, οὑ ἂν πορευθῇς, καὶ ἀποστρέψω σὲ εἰς τὴν γῆν ταύτην, ὅτι οὑ μὴ σὲ ἐγκαταλίπω, ἕως τοῦ ποιήσαι μὲ πάντα, ὅσα ἐλάλησα σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν ὅτι ἐστὶ Κύριος, ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος οὗτος. Οὐκ ἐστὶ τοῦτο, ἀλλ᾿ ἡ οἶκος Θεοῦ᾿ καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.

Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα (μγ΄ 27-μδ΄ 4).
Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπεκεῖνα ποιήσουσιν οἱ Ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ τοῦ σωτηρίου ὑμῶν καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος, Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολὰς καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρὸς μὲ· ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς μὴ διέλθῃ δι᾿ αὐτῆς᾿ ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται δι᾿ αὐτῆς καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος καθήσεται ἐν αὕτη, τοῦ φαγεῖν ἄρτον. Καὶ κατὰ τὴν ὁδὸν Αἰλὰμ τῆς πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (θ΄ 1-11).
Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα, λέγουσα· Ὅς ἐστιν ἀφρῶν, ἐκκλινάτω πρὸς μέ· καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε, φάγετε τῶν ἐμῶν ἄρτων καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν. Ἀπολείπετε ἀφροσύνην καὶ ζήσεσθε· καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν. Ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτὸν, οἱ γὰρ ἐλέγχοι τῷ ἀσεβεῖ μώλωπες αὐτῷ. Μὴ ἐλέγχε κακούς, ἵνα μὴ μισήσωσι σὲ᾿ ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμὴν καὶ σοφώτερος ἔσται· γνωρίζε δικαίῳ καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου καὶ βουλὴ ἁγίων σύνεσις· τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον καίι προστεθήσεταί σοι ἔτη ζωῆς.

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Δεῦτε, ἅπαντες χριστωνύμων οἱ δῆμοι, συνελθόντες σήμερον μεγαλύνωμεν τὴν περιβάλλουσαν ἡμᾶς χλαμύδι τῶν Αὐτῆς πρὸς Κύριον θερμῶν ἐντεύξεων, Βλαχερνίτισσαν Θεοτόκον· Αὐτῆς οὖν τῆς ἀφθόρου ἐν χρόνῳ καὶ τιμίας Ἐσθῆτος κατάθεσιν ἑορτάζοντες, τὴν προστασίαν ἐκζητοῦμεν καὶ ἀπολύτρωσιν, ἐκ τῆς φθορᾶς τοῦ θανάτου τοῦ διαιωνίζοντος.

Ἦχος β´.
Τὸ πάνσεπτον μαφόριον, ὁ ἡγίασε τὸ ὑπεραγνὸν σῶμά Σου οἱ ὁμαίμονες Πατρίκιοι ἐκ τῆς Γαλιλαίας, ἐκόμισαν εἰς τὴν Βασιλεύουσαν Πόλιν, Θεοτόκε· ἐν ταῖς Βλαχέρναις οὖν αὐτοῦ τὴν κατάθεσιν πανηγυρίζοντες καὶ χαρίτων θείων πληρούμενοι, Σὴν ἀνυμνοῦμεν ἀντίληψιν.

Ἦχος γ´.
Θαυμαστῶς ἡ σεβασμία εἰκών Σου, Βλαχερνίτισσα, ἐν τῇ σαγήνῃ ζωγρηθεῖσα τῶν ἁλιέων τῆς Γαρίτσης, τὴν Κέρκυραν πᾶσαν χαρᾶς ἐνέπλησεν ἀφθίτου, τὴν ἀεὶ εὐφημοῦσάν Σε· δεικνύουσα γὰρ τὴν πρὸς αὐτὴν εὔνοιαν καὶ προστασίαν ἐκ λοιμώδους νόσου αὐτὴν ἐλυτρώσω τῇ Σῇ πανσθένει χάριτι, Θεοκυῆτορ πανύμνητε· ὅθεν νῦν ἀξιοχρέως Σε σύμπας ὁ τῆς νήσου λαὸς καὶ κλῆρος μεγαλύνει καὶ τὸ Σὸν ἔκτυπον λιτανεύων τὰς πρὸς Κύριον ἀδιαλείπτους Σοῦ ἐκζητεῖ ἐντεύξεις πρὸς βίον κρείττονα.

Ἦχος δ´.
Μαχαίρᾳ τῶν Σῶν διαθέρμων δεήσεων πρὸς τὸν Υἱόν Σου, συγκόπτεις ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν τὰς φάλαγγας καὶ τοὺς οἰκέτας Σου ἰθύνεις πρὸς λειμῶνας χαρᾶς ἀϊδίου, Βλαχερνίτισσα Μῆτερ, πανάχραντε· σύγκοψον οὖν καὶ ἡμῶν τῶν προσιόντων Σοι τὰς ῥίζας τῶν παθῶν καὶ κακίας, ἵνα καθαρᾷ καρδίᾳ καὶ γλώσσῃ Σὲ ὑμνῶμεν καὶ τῷ δοτῆρι τῶν ἀγαθῶν καὶ Τόκῳ Σου πανσέπτῳ, δόξαν ἑκάστοτε ἀναπέμπωμεν.

Δόξα καὶ νῦν. Ὁ αὐτός.
Τῆς εὐεργέτιδος τοῦ γένους ἡμῶν τῷ πανσέπτῳ ναῷ νῦν προσδράμωμεν, καὶ τῇ θαυματουργῷ Αὐτῆς εἰκόνι προσπέσωμεν ἐν εὐλαβείᾳ καὶ πόθῳ κραυγάζοντες· ῥῦσαι ἡμᾶς τῆς ἐχθροῦ ἐπιβουλῆς καὶ κακίας καὶ ἴσθι ἄγρυπνος ἡμῶν φρουρὸς καὶ προστάτις ἐν βίῳ τῶν Σὲ μακαριζόντων, Βλαχερνίτισσα παμμακάριστε.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος α'. Πανεύφημοι Μάρτυρες.
Παλάτιον ἔμψυχον Θεοῦ, μόνη ἐχρημάτισας, καὶ τὴν τιμίαν Ἐσθῆτά Σου, οἴκῳ ἁγίῳ Σου, τεθησαυρισμένην, τοῖς πιστοῖς ἁγίασμα, καὶ τεῖχος ἐδωρήσω ἀπόρθητον, δι' ἧς ἡ πόλις Σου, Θεομῆτορ διασῴζεται, ἀνυμνοῦσα, τὸ ἔνθεον κράτος Σου.

Στ. Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν Σου, Σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός Σου.
Ἐσθῆτα τιμίαν Σου τὸ Σόν, τίμιον καὶ ἅγιον, σῶμα Σεμνὴ περιστείλασαν, δόξης θησαύρισμα, ἐδωρήσω πᾶσι, καὶ πηγὴν πηγάζουσαν, τῆς χάριτος ἀείζωα νάματα, ἧς ἑορτάζομεν, τὴν κατάθεσιν τιμῶντές Σε, Θεοτόκε, τὴν πάντας τιμήσασαν.

Στ. Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Ὁ οἶκός Σου Δέσποινα τὸ Σόν, ἱερὸν μαφόριον, ὡς θησαυρὸν ἁγιάσματος, φέρων ἑκάστοτε, ἁγιάζει πάντας, ἡμᾶς τοὺς προστρέχοντας, καὶ Σὲ χρεωστικῶς μακαρίζοντας, ἐν τούτῳ ἔχοντας, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν, καὶ βεβαίαν, σκέπην καὶ κραταίωμα.

Δόξα. Καὶ νῦν.Ἦχος β'.
Ὡς στέφανον ὑπέρλαμπρον, πανάχραντε Θεοτόκε, Ἐσθῆτά Σου τὴν ἁγίαν, ἡ Ἐκκλησία τοῦ Θεοῦ περιέθετο, καὶ φαιδρύνεται χαίρουσα σήμερον, καὶ μυστικῶς χορεύει, Δέσποινα ἐκβοῶσά Σοι· Χαῖρε διάδημα τίμιον, καὶ στέφανε τῆς θείας δόξης Αὐτοῦ· Χαῖρε ἡ μόνη δόξα τοῦ πληρώματος, καὶ αἰώνιος εὐφροσύνη· Χαῖρε τῶν εἰς Σὲ προστρεχόντων, λιμὴν καὶ προστασία, καὶ σωτηρία ἡμῶν.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον ἐκ τοῦ Μικροῦ Ἑσπερινοῦ καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα, Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Τῆς σεπτῆς Ἐσθῆτός Σου, τῇ καταθέσει, ἑορτάζει σήμερον ὁ Σὸς Πανύμνητε λαός, καὶ ἐκτενῶς ἀνακραζει Σοι· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα. (Δίς).

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα ὅμοιον.
Ἑορτάζει σήμερον, ἡ οἰκουμένη, τὴν σεπτὴν κατάθεσιν, τῆς Σῆς Ἐσθῆτος ὦ Σεμνή, καὶ μετὰ πόθου κραυγάζει Σοι· Χαῖρε Παρθένε, πιστῶν ἡ βοήθεια. (Δίς).

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ´. Τὴν ὡραιότητα. (Δρ. Χ. Μπούσια).
Τὴν Βλαχερνίτισσαν, Κυρίαν Δέσποιναν, ἀνευφημήσωμεν, πιστοί, γηθόμενοι καὶ τῆς ἐσθῆτος τῆς αὐτῆς κατάθεσιν τὴν ἁγίαν ἐν ναῷ ὑμνήσωμεν Βασιλίδος τῶν Πόλεων κράζοντες. οὐράνωσον ὁ ἱκετῶν σου τὸ φρόνημα ζητεῖν ἀεὶ τὰ κρείττω καὶ πράττειν ἔργα ἀρέσκοντα Κυρίῳ. (Δίς).

Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τὸν δ΄ ἦχου.
Προκείμενον. Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεά.
Στ. Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (κεφ. α´ 39-49, 56).
Ὁ Ν´ Ψαλμός.
Δόξα. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον...
Καὶ νῦν. Τῆς Βλαχερνιτίσσης πρεσβείαις...
Ἰδιόμελον. Ἦχος πλ. β´. (Δρ. Χ. Μπούσια). Στ. Ἐλεῆμον, ἐλέησον μέ, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεος Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Τὴν πνευματικοῖς νάμασιν ἀρδεύουσαν χορείας τῶν χριστωνύμων, ὡς πηγὴν εὐσπλαγχνίαν βρύουσαν, Βλαχερνίτισσαν Θεοτόκον εὐφημήσωμεν κράζοντες. Οἴκτειρον ἡμᾶς τοὺς ἀνίκμους οἰκέτας Σου καὶ καρποὺς ἐκφύειν ἀρετῶν ἀξίωσον, τοὺς ἑορτάζοντας πόθῳ τῆς Σῆς Ἐσθῆτος ἐν τῷ ναῷ κατάθεσιν.

Οἱ δύο Κανόνες τῆς Ὑπεραγίας Θεοτόκου, ὧν ὁ παρὼν φέρει Ἀκροστιχίδα τήν δε:Ἐσθῆτα τιμῶ τῆς πανάγνου Παρθένου. Ἰωσήφ.
ᾨδὴ α'. Ἦχος δ'. Τριστάτας κραταιοὺς.
Ἐσθῆτά Σου σεπτήν, Θεοτόκε Παρθένε, τῷ τιμῶντί Σε λαῷ, δεδώρησαι ἀεί, ἱερὸν περιτείχισμα· ὅθεν πᾶσαν ἐναντίων, ἐπανάστασιν πάντοτε, ἐκτρεπόμεθα σθένει τοῦ Πνεύματος.

Σαρκὶ τοῦ δι' ἡμᾶς, ἐξ ἁγνῶν Σου αἱμάτων, γνωρισθέντος ἐπὶ γῆς, Ἐσθῆτα ἱεράν, ἐπαφῇ καθηγίασας, σώματός Σοῦ τε προσψαύσει, δι' ἧς πάντας τοὺς δούλους Σου, ἁγιάζεις Παρθένε ὑμνοῦντάς Σε.

Θησαύρισμα σεπτόν, τοῖς πιστῶς Σε τιμῶσιν, ἐδωρήσω ἀγαθή, Παρθένε ἀληθῶς, τὴν τιμίαν Ἐσθῆτά Σου, ἅπαντας καταπλουτοῦσα, δωρεαῖς θείου Πνεύματος καὶ θαυμάτων πολλαῖς ἐπιδείξεσιν.

Ἡ ἄσπιλος ἀμνὰς τὸν Ἀμνὸν ἡ τεκοῦσα, τοῦ Θεοῦ ὑπερφυῶς δεδώρησαι ἡμῖν, τὴν τιμίαν Ἐσθῆτά Σου, σπίλον ὄντως καὶ ῥυτίδα, ἐκκαθαίρουσαν πάντοτε, τῶν αὐτήν προσκυνούντων Πανάμωμε.

Ἕτερος Κανὼν. Ἦχος ὁ αὐτὸς. Θαλάσσης τὸ ἐρυθραῖον.
Λαμπάδα, φωτοφανῆ καὶ ἄδυτον ὁ τῆς Πανάγνου ναός, ὡς οὐρανὸς εὑράμενος φαιδρός, τὴν τιμίαν Ἐσθῆτα Αὐτῆς, τὴν οἰκουμένην σήμερον, ταῖς τῶν χαρίτων αἰθριάζει αὐγαῖς.

Ἰσχύν τε, καὶ ἀσφαλείας σύνδεσμον, τὴν Σὴν Πανάχραντε, Ἐσθῆτα θείαν ὄντως ἀληθῶς, περιέχει ἡ Πόλις Σου, ὡς κράτος ἀδιάσπαστον· διὸ καὶ χαίρει καυχωμένη ἐν Σοί.

Τῆς πάλαι, ὡς ἀληθῶς ὑπέρτιμος, ἡ Σή σορὸς Κιβωτοῦ, Θεογεννῆτορ ὤφθη τοῖς ἐν γῇ, οὐ τὰ σύμβολα φέρουσα, ἀλλὰ πιστῶς φυλάττουσα, τῆς ἀληθείας τὰ γνωρίσματα.

ᾨδὴ γ'. Ὅτι στεῖρα ἔτεκεν.
Τὸ τερπνὸν ἁγίασμα, τὴν ἐπουράνιον πύλην, τὴν τοῦ Θεοῦ Μητέρα ὑμνήσωμεν, καὶ τὴν Αὐτῆς Ἐσθῆτα θεῖα βρύουσαν χαρίσματα, ἣν πόθῳ ἀσπασώμεθα.

Ἀφθαρσίας ἔνδυμα, τοὺς τῇ φθορᾷ γυμνωθέντας, Σοῦ τῷ ἀφθόρῳ τόκῳ, πάντας ἐνέδυσας Σεμνή, οἷς τὴν σεπτὴν Ἐσθῆτά Σου, δεδώρησαι ὄλβον ἀναφαίρετον.

Τὸν νεφέλαις, Ἄχραντε, προσεπενδύοντα ὅλον, τὸν οὐρανὸν Ἐσθῆτί σου, περιέστειλας σεπτῇ, ἣν προσκυνοῦντες, πίστει Σε δοξάζομεν, σκέπη τῶν ψυχῶν ἡμῶν.

Ἰατρεῖον ἄμισθον, τοῖς ἀσθενοῦσιν ὑπάρχει, ὁ θεῖος οὗτος οἶκος· τὴν γὰρ Ἐσθῆτά Σου Ἁγνή, πηγὴν ἀπαύστως βρύουσαν, ἰάματα κέκτηται Πανάμωμε.

Ἕτερος. Εὐφραίνεται ἐπὶ Σοὶ.
Τιμήσωμεν οἱ πιστοί, ὡς συναφείας πρὸς Θεὸν σύνδεσμον, τὴν τῆς Ἁγνῆς σήμερον, Ἐσθῆτα πιστῶς εὐλαβούμενοι.

Ἰάματα τοῖς πιστοῖς, ἡ πολυτίμητος ἡμῖν σήμερον, τῆς ὑπερτίμου Ἁγνῆς, Ἐσθὴς ἀναβρύει ἐν χάριτι.

Ὡς δρόσος ἑωθινή, ἡ εὐφροσύνη Σου Ἁγνὴ ῥέουσα, τὴν τῶν παθῶν κάμινον, τῶν Σὲ ἀνυμνούντων κομίζει ἀεί.

Κάθισμα. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οἱ τῶν θαυμάτων ποταμοὶ Θεοτόκε, ἐκ τῆς πανσέπτου Σου σοροῦ προερχόμενοι, ὡς ἐξ Ἐδὲμ ποτίζουσι τὸ πρόσωπον τῆς γῆς, χάριτας προχέοντες, τοῖς πιστῶς Σε τιμῶσιν· ὅθεν ἀνυμνοῦμέν Σε, καὶ σεπτῶς εὐφημοῦμεν, καὶ εὐχαρίστως κράζομεν ἀεί· Χαῖρε ἡ μόνη, ἐλπὶς τῶν ὑμνούντων Σε.

ᾨδὴ δ'. Δι' ἀγάπησιν, Οἰκτίρμον.
Μεγαλύνωμεν τὴν μόνην Εὐλογημένην, καὶ τὴν Αὐτῆς Ἐσθῆτα, προσπτυξώμεθα πίστει, ὅπως ἀρυσώμεθα τὴν χάριν τοῦ Πνεύματος.

Ὡς πολύτιμον θησαύρισμα κεκτημένη, ἡ Σὲ τιμῶσα Πόλις, τὴν Ἐσθῆτά Σου Κόρη, πίστει κατασπάζεται, καὶ χάριν κομίζεται.

Τὴν Ἐσθῆτά Σου, ὡς βρύουσαν ἀφθαρσίαν, καταστολήν τε δόξης, χρηματίζουσαν πᾶσι, τοῖς ὑμνολογοῦσί Σε, τιμῶμεν Πανάμωμε.

Ἡ Πανάμωμος καὶ μόνη ἁγιωτέρα, τῶν Χερουβὶμ φανεῖσα, τὰς ψυχὰς ἡμῶν σῶσον, πάσης περιστάσεως, τῶν πίστει τιμώντων Σε.

Ἕτερος. Ἐπαρθέντα Σε ἰδοῦσα.
Ὡς ὑπέρτιμον στερέωμα Θεοτόκε, ὁ ποιητὴς καὶ κτίστης Σε πηξάμενος, ὥσπερ, ἄστροις κατεκόσμησε, ταῖς θείαις ἐλλάμψεσιν, αἷς καταφαιδρύνεις τὰ πέρατα.

Ἀπὸ γῆς ἡμᾶς ἀνέλκει Θεογεννῆτορ, πρὸς οὐρανὸν ἡ θεία, Ἐσθής Σου τῷ πόθῳ Σεμνή, ταύτης ἀναφθέντας θερμῶς· διὸ Σε δοξάζομεν, ὡς αἰτίαν δόξης τῆς κρείττονος.

Ἰδοὺ χάρις ἀνεξάντλητος, δεῦτε πάντες, εἰλικρινεῖ καρδίᾳ, ἀρύσασθε θείᾳ, νάματα πηγάζοντα, ἀφθόνως φιλέορτοι, τῆς σεπτῆς σοροῦ τῆς πανάγνου Μητρός.

ᾨδὴ ε'. Σὺ Κύριέ μου φῶς.
Σὺ Δέσποινα ἡμῖν, τοῖς Σοῖς δούλοις δεδώρησαι, κραταίωμα τὴν Ἐσθῆτα, καὶ τιμίαν Σου Ζώνην, καὶ θεῖον περιτείχισμα.

Παράδεισος τερπνός, εὐωδίαν τοῦ Πνεύματος, Πανάχραντε ἀποπέμπων, ὁ ναὸς ὁ κατέχων, τὴν Σὴν Ἐσθῆτα δέδεικται.

Ἁγίασον ἡμῶν, τὰς ψυχὰς καὶ τὰ σώματα, τῶν πίστει Σου τὴν ἁγίαν, Παναγία Ἐσθῆτα, τιμώντων ὡς ὑπέρτιμον.

Ναοὺς ἡμᾶς Θεοῦ, τοῦ ἐν Σοὶ ἐνοικήσαντος, ἀνάδειξον Θεοτόκε, τοὺς τῷ θείῳ ναῷ Σου, πιστῶς Σε μακαρίζοντας.

Ἕτερος. Ὁ αὐτὸς Εἱρμὸς.
Σύ, Κύριε τὴν Σήν, Μητέρα ἐμεγάλυνας, Σὺ ὕψωσας ὑπὲρ πάσας νοερὰς ἐξουσίας, ἀσυγκρίτως τὴν δόξαν Αὐτῆς.

Ἡ χάρις τοῦ Θεοῦ νῦν ἀφθόνως παρέχεται, πανάχραντε Θεοτόκε, ἐκ τιμίας Σοροῦ Σου, τοῖς πόθῳ προσκυνοῦσί Σε.

Σὲ δύναμιν πιστοί, Βασιλεῖς περιζώννυνται, Σὲ σύνδεσμον Θεοτόκε, ἡ Σὴ ἔχουσα πόλις, Ἐσθῆτί Σου σεμνύνεται.

ᾨδὴ ς'. Ἐβόησε, προτυπῶν.
Ἀνέδειξας, τῇ πασῶν Βασιλίδι τῶν πόλεων, ἡ τεκοῦσα, Βασιλέα τῶν ὅλων καὶ Κύριον, ἀρραγὲς ὡς τεῖχος, τὴν σεπτὴν καὶ ἁγίαν Ἐσθῆτά Σου.

Γηθόμενοι, τῆς Παρθένου τὴν χάριν δοξάσωμεν, καὶ τὴν ταύτης, παναγίαν Ἐσθῆτα τιμήσωμεν, ἐξ ἧς πᾶσα ῥῶσις, ἀσθενοῦσιν ἀπαύστως προέρχεται.

Ναμάτων Σε, ζωηρύτων πηγὴν ἐπιστάμεθα, Θεοτόκε, καὶ τιμῶμεν τὴν θείαν Ἐσθῆτά Σου, ἐξ ἧς τὰς ἰάσεις, καθ' ἑκάστην πιστοὶ ἀρυόμεθα.

Ὁ Κύριος, μετὰ Σοῦ Θεοτόκε γενόμενος, τῶν ἀνθρώπων, Ἑαυτῷ τὴν οὐσίαν ᾠκείωσε, καὶ τοῦ ἀλλοτρίου, ἐξ αὐτῆς πᾶσαν βλάβην ἐξώρισεν.

Ἕτερος. Θύσω Σοι, μετὰ φωνῆς.
Ὅλην Σε, ὑπερφυῶς ἐδόξασε Κύριος, ὅλην ἐλάμπρυνε Κόρη, ὅλην Σε ἐτίμησεν ὑπὲρ λόγον, Θεοτόκε, τῷ ναῷ Σου, σὺν τῇ Ζώνῃ, Ἐσθῆτι καὶ θείᾳ Σορῷ.

Ἰσχὺν Σε, οἱ πιστοὶ κεκτημένοι καὶ καύχημα, περιζωννύονται δόξαν, τὴν σεπτήν Σου Ζώνην Θεοκυῆτορ, κατέχοντες, ὡς ὑπέρλαμπρον κόσμον καὶ τίμιον.

Ἰδεῖν Σου, Θεοτόκε τὴν δόξαν τὴν ἄφατον, πάλαι ὠδίνησαν θείως, οἱ Προφῆται πάντες, ἀλλ' ἐπ' ἐσχάτων, ἡμῖν ὤφθη, τῶν ἡμερῶν ὁ χρόνων ἐπέκεινα.

Κοντάκιον. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Περιβολὴν πᾶσι πιστοῖς ἀφθαρσίας, θεοχαρίτωτε Ἁγνὴ ἐδωρήσω, τὴν ἱερὰν Ἐσθῆτά Σου, μεθ' ἧς τὸ ἱερόν, σῶμά Σου ἐσκέπασας, σκέπη θεία ἀνθρώπων· ἧσπερ τὴν κατάθεσιν, ἑορτάζομεν πόθῳ, καὶ ἐκβοῶντες κράζομεν πιστῶς· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.
Ὁ Οἶκος.
Τὴν καθαρὰν καὶ ἀληθῆ σκηνὴν τοῦ Θεοῦ Λόγου, τὴν ἔμψυχον νεφέλην, καὶ στάμνον τὴν τοῦ μάννα, τὴν Θεοτόκον Μαριάμ, πάντες οἱ σωθέντες διὰ τοῦ τόκου Αὐτῆς ἐν πίστει μακαρίσωμεν, καὶ τὴν σεπτήν, Ἐσθῆτα προσπτυξώμεθα, ᾗπερ τὸν Δεσπότην περισχοῦσα, ὡς βρέφος ἐβάστασε φορέσαντα σάρκα, δι' ἧσπερ τῶν βροτῶν ἡ φύσις ἐπήρθη πρὸς μετάρσιον ζωὴν καὶ βασιλείαν· ὅθεν γεγηθότες, κραυγάζομεν μεγαλοφώνως· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.
Συναξάριον.
Τῇ Β' τοῦ αὐτοῦ μηνός, μνήμην ποιούμεθα τῆς ἐν τῇ Ἁγίᾳ Σορῷ καταθέσεως τῆς τιμίας Ἐσθῆτος τῆς Ὑπεραγίας Θεοτόκου, ἐν Βλαχέρναις, ἐπὶ Λέοντος τοῦ Μεγάλου, καὶ Βηρίνης τῆς αὐτοῦ γυναικός.
Στίχοι·
Χιτὼν μὲν Υἱοῦ Χριστοφρουροῖς δημίοις.
Ἐσθὴς δὲ Μητρὸς χριστοφρουρήτῳ πόλει.
Δευτερίῃ κατέθεντο σορῷ Ἐσθῆτα Πανάγνου.
Ταῖς τῆς Ὑπεραγίας Θεοτόκου ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Ἀβραμιαῖοι ποτὲ.
Ὑψηλοτάτῳ νοΐ, καὶ ταπεινῇ καρδίᾳ, τοῦ Βασιλέως ὑψηλότατον, τὸν θρόνον δοξάσωμεν, τὴν Παναγίαν Κόρην, καὶ Κεχαριτωμένην.

Παστὰς Θεοῦ ἐκλεκτή, ἐν τῇ σεπτῇ Σου ταύτῃ, παστάδι πίστει τὴν Ἐσθῆτά Σου, κειμένην σεβόμεθα, ὡς κιβωτὸν ἁγίαν, καὶ εὐσεβούντων σκέπην.

Ἀνακαινίζεται πᾶς, ὁ προσιὼν ἐν πίστει, καὶ τὴν ἁγίαν ἀσπαζόμενος, Σορὸν τὴν κατέχουσαν, τὴν Σὴν ἁγνὴ Παρθένε, φωτοειδῆ Ἐσθῆτα.

Ῥύπου παντὸς ψυχικοῦ, καθαρτικὴ ὑπάρχει, ἡ Σὴ Παρθένε παναμώμητε, Σορὸς ἡ καλύπτουσα, τὴν τὸ σεπτόν Σου σῶμα, καλύψασαν Ἐσθῆτα.

Θεογεννῆτορ ἁγνή, τὴν Σὲ τιμῶσαν πόλιν, λιμοῦ σεισμοῦ τε καὶ κακώσεως, ἁπάσης περίσῳζε, καὶ ἐθνικῆς ἐφόδου, καὶ ἐναντίας βλάβης.

Ἕτερος. Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι.
Σὺ ὡς ἥλιος, δικαιοσύνης μόνος ὢν Ἀγαθέ, θείως τὸν ναὸν ἐφαίδρυνας τῆς Σεμνῆς, τοῖς ποικίλοις Σου χαρίσμασιν, ἐν ᾗ ἀνίσχουσα, τὰς ἀκτῖνας ἐκπέμπει Ἐσθῆτος Αὐτῆς.

Ὑπερβλύζουσιν, οἱ τῶν θαυμάτων θεῖοι Πάναγνε, χάριν ἀληθῶς κρατῆρές Σου τοῖς πιστοῖς, καὶ ἀφθόνως τοῖς τιμῶσί Σε, τῆς σοροῦ προχέονται, ὡς ἐξ ἄλλης Ἐδέμ νοητοὶ ποταμοί.

Νῦν προσέλθετε, μέτ' εὐφροσύνης πάντες οἱ ἐπὶ γῆς, δεῦτε, ἡ σορὸς προτρέπεται μυστικῶς, τῆς Κυρίας περιπτύξασθε, τὴν ὑπερένδοξον, ἐν ἐμοὶ θησαυρισθεῖσαν ζώνην αὐτῆς.

ᾨδὴ η'. Λυτρωτὰ τοῦ παντὸς.
Εὐχαρίστοις φωναῖς ἀνυμνοῦμέν Σε, τὴν παντοίων καλῶν ἡμῖν πρόξενον, καὶ τὴν σεπτὴν Ἐσθῆτά Σου, ἀσπαζόμεθα Κόρη ἀναβοῶντες· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.

Νοητὸν ὡς λαμπάδιον ἔχοντες, ἐν λυχνίᾳ τραπέζῃ προκείμενον, τὸ ἱερὸν μαφόριον, τῆς πανάγνου Παρθένου, τὰς τῆς καρδίας, φωτιζόμεθα κόρας ἑκάστοτε.

Οὐδαμῶς ἀμοιροῦντας κατέλιπες, ἱεράς Σου Παρθένε προσψαύσεως, τοὺς ἀναξίους δούλους σου· ἀντὶ σώματος γάρ Σου τοῦ ζωηφόρου, τὴν Ἐσθῆτά Σου πᾶσι δεδώρησαι.

Ὑμνῳδίαις ἐνθέοις τιμήσωμεν, τοῦ Θεοῦ τὸ εὐρύχωρον σκήνωμα, τὴν ἐν μητράσι Πάναγνον, τὴν οὐράνιον πύλην, δι' ἧς ἐκλείσθη, ἡ πρὸς θάνατον πύλη ἀπάγουσα.

Ἕτερος. Χεῖρας ἐκπετάσας Δανιὴλ.
Ἄγγελοι πανάχραντε Ἁγνή, νῦν συγχορεύουσιν, ἐν τῷ σεπτῷ Σου ναῷ, καὶ περιέπουσι Δέσποινα, τὴν τιμίαν καὶ ἁγίαν Σου, Ἐσθῆτα πόθῳ καὶ χαρᾷ, καὶ εὐφροσύνῃ πολλῇ προσκυνοῦντες, καὶ ἀνυμνοῦντες τὴν δόξαν τοῦ γένους ἡμῶν.

Ῥάβδος ἡ τὸ ἄνθος τῆς ζωῆς, ἀναβλαστήσασα, Σὺ εἶ ἡ πάντων χαρά, ἡ πολυτίμητος Ἄχραντε, μυροθήκη ἡ τοῦ Πνεύματος, ὁ θησαυρὸς τῶν ἀγαθῶν, τῶν ἀρωμάτων πηγή, ἐξ ἧς μύρα τῶν ἰαμάτων, ἐκβλύζει ἡ θεία Σορός.

Ὑμνοῦσι πανάχραντε Ἁγνή, τὰ μεγαλεῖά Σου, αἱ νοεραὶ στρατιαὶ ἀνακηρύττουσιν ἅπαντες, Πατριάρχαι καὶ Προφῆται τρανῶς, καὶ Ἀποστόλων ὁ χορός, Μαρτύρων πλήρωμα, καὶ Ὁσίων ἅπαν τὸ πλῆθος, μεθ' ὧν προσκυνοῦμέν Σε.

ᾨδὴ θ'. Εὔα μὲν τῷ τῆς παρακοῆς.
Ἰδοὺ Σε τὴν κλίνην Σολομών, γεραίρομεν, χαρμοσύνοις μελῳδήμασι· καὶ τὴν τιμίαν Σου, Ἐσθῆτα, ὡς ἄλλην κιβωτὸν ἁγιάσματος, κυκλοῦντες τὰς ἰάσεις λαμβάνομεν, τὰς σωτηρίους Ἀειπάρθενε.

Ὤφθη νῦν ἡ θεία Σου Σορός, κατέχουσα, τὴν Ἐσθῆτα τὴν τιμίαν Σου, ὥσπερ πηγὴ φωτὸς Παρθένε, ἀκτῖνας ἰαμάτων ἐκπέμπουσα, καὶ σκότος νοσημάτων διώκουσα, ἥν μετὰ πόθου ἀσπαζόμεθα.

Σήμερον συγχαίρουσιν ἡμῖν, Πανάμωμε, προσκυνήσει τῆς Ἐσθῆτός Σου, πᾶσαι οὐράνιαι Δυνάμεις, Ἀπόστολοι, Προφῆται καὶ Μάρτυρες, καὶ Ὅσιοι καὶ Δίκαιοι ἅπαντες, Δέσποινα μόνη ἀειπάρθενε.

Ἡγίασται ἅπασα ἡ γῆ, πανάγιον, τοῦ Δεσπότου καταγώγιον, τῇ καταθέσει τῆς Ἐσθῆτος τῆς Σῆς, καὶ ὁ Δαυΐδ ἐπαγάλλεται, τῆς πάλαι κιβωτοῦ προτυπούσης Σε, τῇ καταπαύσει Ἀειπάρθενε.

Φαιδρὸν περιβόλαιον τὸ Σόν, μαφόριον, ἐδωρήσω καὶ προτείχισμα, τῇ Σὲ τιμώσῃ Βασιλίδι, τῶν πόλεων πασῶν ὡς Βασίλισσα, ἁπάντων ποιημάτων τυγχάνουσα, Θεοκυῆτορ Μητροπάρθενε.

Ἕτερος. Λίθος ἀχειρότμητος ὄρους.
Θάλαμος ὑπέρτιμος οὗτος, Θεογεννῆτορ ἡ Σορός Σου, ὤφθη τὴν τιμίαν Σου Ζώνην, καὶ τὴν Ἐσθῆτα παρθενικήν, ὡς στολήν, καὶ νυμφικὴν ὡς ἔχουσα, καὶ συντηροῦσα ὡς ζωῆς θησαυρόν.

Ναὸν ἐκμιμούμενον πᾶσαν, τῶν οὐρανῶν τὴν εὐκοσμίαν, σήμερον πιστοὶ τῆς Παρθένου, κατειληφότες ταῖς τῶν θαυμάτων αὐγαῖς, ὥσπερ ἀστράσι λάμπουσι, καταυγαζόμεθα τῇ χάριτι.

Ἔχει τὴν ἁγίαν Σου Ζώνην, Θεογεννῆτορ ἡ Σὴ Πόλις, καὶ τὴν Σὴν Ἐσθῆτα ὡς τεῖχος, καὶ τῶν δογμάτων θείαν ἑνότητα, καὶ Ὀρθοδόξων καύχημα, καὶ Βασιλέων τροπαιούχημα.

Ὑμνοῦμεν τὴν ἄφατον δόξαν, καὶ τὴν ἀνείκαστόν Σου χάριν· Σὺ γὰρ εἶ πηγὴ τῆς σοφίας, ἐξ ἧς ὁ λόγος, πᾶσι προέρχεται, τοῖς Σὲ τιμῶσιν, Ἄχραντε, καὶ μεγαλύνουσι τὸν Τόκον Σου.

Ἐξαποστειλάριον. Φῶς ἀναλλοίωτον Λόγε.
Μόνη καὶ φύσιν καὶ χρόνον, ἐκαίνισας Θεομῆτορ· ἄφθορος γάρ Σου ὁ Τόκος, ἄφθαρτος καὶ ἡ Ἐσθής, δι' ἧς τὴν Πόλιν σΣυ σκέπεις, ᾗ καὶ τὰ σκῆπτρα, τῆς εὐσεβείας κρατύνεις. (Δίς).

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ', δευτεροῦντες τὸ α'. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἡ Σορὸς ἡ κατέχουσα, τὴν Ἐσθῆτα Σου Ἄχραντε, κιβωτὸς τοῖς δούλοις Σου ἁγιάσματος, καὶ ἱερὸν περιτείχισμα, καὶ δόξα καὶ καύχημα, καὶ ἰάσεων πηγή, καθ' ἑκάστην γνωρίζεται, ἔνθα σήμερον, ἱερῶς ἀθροισθέντες, ἀνυμνοῦμεν, τὰ πολλά Σου μεγαλεῖα, καὶ τῶν θαυμάτων τὸ πέλαγος. (Δίς).

Ἴδε τόπος περίδοξος, ἴδε οἶκος ἀείφωτος, ἐν ᾧ τεθησαύρισται τῆς θεόπαιδος, Ἐσθὴς τιμία τῇ χάριτι. Προσέλθετε ἄνθρωποι, φωτισμὸν καὶ ἱλασμόν, ἐξ αὐτῆς ἀπαρύσασθαι, καὶ βοήσατε, εὐχαρίστῳ καρδίᾳ, Παναγία, εὐλογοῦμέν Σε Παρθένε, οἱ σεσωσμένοι τῷ Τόκῳ Σου.

Τὴν ἁγίαν κατάθεσιν, τῆς Ἐσθῆτός Σου Δέσποινα, ἑορτὴν κεκτήμεθα, εὐφραινόμενοι, ὅτι τῇ Πόλει Σου σήμερον, δοθῆναι ἠξίωσας, ἱερὰν περιβολήν, φυλακτήριον ἄσυλον, δῶρον τίμιον, ἀναφαίρετον πλοῦτον ἰαμάτων ποταμὸν πεπληρωμένον, τῶν χαρισμάτων τοῦ Πνεύματος.

Δόξα. Καὶ νῦν. Ἦχος β'.
Φρένα καθάραντες καὶ νοῦν, σὺν τοῖς Ἀγγέλοις, καὶ ἡμεῖς πανηγυρίσωμεν, φαιδρῶς ἐξάρχοντες, δαυιτικὴν μελῳδίαν, τῇ νεάνιδι Νύμφῃ τοῦ Βασιλέως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Ἀνάστηθι Κύριε, λέγοντες, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου· ὡς γὰρ παλάτιον τερπνὸν ταύτην κατεκόσμησας, καὶ κατεκλήρωσας αὐτὴν τῇ πόλει σου Δέσποτα, περιποιεῖσθαι καὶ σκέπειν, ἐκ πολεμίων βαρβάρων, τῇ κραταιᾷ δυνάμει σου, ταῖς ἱκεσίαις αὐτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Εἰς τὴν Λειτουργίαν
Τὰ Τυπικά, οἱ Μακαρισμοί καὶ ἐκ τοῦ Κανόνος ἡ γ' καὶ ς' ᾨδή.
Ἀπόστολος καί Εὐαγγέλιον Θεομητορικά.
 
Κοινωνικὸν.
Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου