Δευτέρα, 21 Νοεμβρίου 2011

«ΑΣΠΙΛΕ, ΑΜΟΛΥΝΤΕ…ΠΑΝΑΓΙΑ ΜΟΥ»


Ανωνύμου υμνογράφου.

Αλφαβητική ωδή  στην Υπεραγία Θεοτόκο


Προς το «Ησαΐα χόρευε»
            Ήχος πλ. α΄

Άσπιλε, αμόλυντε. Παναγία μήτερ του Θεού, προσφέρειν Σοι ωδάς πόθου εκ ψυχής,
ηρξάμην, Πανάμωμε, εκλιπαρών δος μοι την ισχύν·  ίνα επαξίως Σε, ανυμνήσω, Παναγία μου.
***
Βέλει κατετρώθη μου της αγάπης πόθω η ψυχή,
και έδραμεν, Αγνή, ως ασματική
νεάνις οπίσω Σου, παρακαλώ φάνηθι καμοί·
και τας αγκάλας Σου, άνοιξόν μοι, Παναγία μου.
***
Γνους την ευσπλαγχνίαν Σου, και το άμετρον των οικτιρμών κατέφυγον εις Σε τον πανασφαλή,
λιμένα, Πανάμωμε· τις γαρ, Αγνή, θέλει ώσπερ Συ, την σωτηρίαν μου, ην και δος μοι, Παναγία μου.
***
Δέσποινα Πανάμωμε, μη άπωση μου τους στεναγμούς, βοήθει μοι, Αγνή, ίνα λυτρωθώ
κακής συνήθειας μου και των δεινών φαύλων εννοιών και τω Νυμφίω μου άρμοσόν με, Παναγία μου.
***
Έχεις ως Βασίλισσα εξουσίαν πάσαν και ισχύν,
ουδέν αδυνατεί Σου τη προσταγή,
διό Σοι ηροσπέφυγα, του πονηρού ρύσαι με, Αγνή,
και της κολάσεως λύτρωσέ με, Παναγία μου.
***
Ζήλον προς τον ένθεον έλκυσόν με, Μήτερ της Ζωής, ευθείαν εις οδόν εύθυνον καμού
τους πόδας, Πανάμωμε· ουκ έχω γαρ πλην Σου βοηθόν τη παρακλήσει μου κάμφθητί μοι, Παναγία μου.
***
Ήλιέ μου πάγχρυσε, οδηγέ μου, δόξα μου χαρά,
η μόνη μου ελπίς και καταφυγή
και μήτηρ φιλόστοργος, τον της ψυχής πόθον μου, Αγνή δέξαι και σώσον με το Σον τέκνον Παναγία μου.
***
Θέαμα λαμπρότατον, υπερβαίνον νουν τη καλλονή, Αγγέλων χαρμονή, δόξα ουρανών,
Αγίων αγλάισμα, το ποθητόν και θεοειδές
βλέπειν Σου πρόσωπον εκεί δος μοι, Παναγία μου.
***
Ίλαθι Παντάνασσα, ελεήμων Μήτερ αγαθή,
του πλήθους των κακών μου ως συμπαθής
Σου δέομαι πλύνον με και εν καιρώ δίκης της φρικτής, Δέσποινα, ρύσαι με, της γεέννης. Παναγία μου.
***
Κλίνον, υπεράμωμε, Σου το θείον ους εις την εμήν παράκλησιν, Αγνή και δαιμονικής,
δεινής απογνώσεως και αλγεινής ρύσαι με φλογός.
Συ γαρ ει έλεος και ελπίς μου, Παναγία μου.
***
Λύπης με εκλύτρωσαι, η τεκούσα, Μήτερ, την χαράν. Χριστόν τον των ψυχών θείον εραστήν,
καμέ χαροποίησαν, η χαρμονή και ο γλυκασμός
των αγαπώντων Σε, εκ καρδίας, Παναγία μου.
***
Μη εγκαταλείπης με η ελπίς μου και καταφυγή,
ει γαρ και απορώ πάσης αρετής,
αλλ’ οίδας τον πόθον μου, και την προς Σε έφεσιν, Αγνή,
τη ασθενεία μου δος την ρώσιν, Παναγία μου.
***
Νεύσον ιλαρότητί Σου το θείον όμμα το γλυκύ,
καμοί τω ταπεινώ όταν η ψυχή,
των τήδε χωρίζεται πρόσχες, Αγνή, πρόφθασόν με Συ
 και τελωνείων με φρικτών ρύσαι, Παναγία μου.
***
Ξένος και εξόριστος εγενόμην της αγαπητής
πατρίδος μου, διό κλαίω και θρηνώ, Πανάμωμε Δέσποινα· άρα λοιπόν πάλιν εις αυτήν
αξιωθήσομαι επιστρέψαι, Παναγία μου.
***
Όλην μου την αίσθησιν και καρδίαν σπλάγχνα και τον νουν εξέκαυσεν ο Σος πόθος, αγαθή,
Μαρία Κυρία μου, παρακαλώ, Μήτερ, εκ ψυχής
μη καταισχύνης με, εν τη κρίσει, Παναγία μου.
***
Πάγχρυσον παλάτιον Βασιλέως του των Ουρανών, ολόφωτε. Αγνή, δόξα του παντός,
του κόσμου Βασίλισσα, αδυνατεί γλώσσα των βροτών,
τα μεγαλεία Σου ανυμνήσαι, Παναγία μου.
***
Ρήτορες πολύφθογγοι μεγαλεία, δόξαν τε την Σην, υμνήσαι ουδαμώς σθένουσιν, σεμνή,
Κυρία Παντάνασσα, τα Χερουβείμ γαρ και Σεραφείμ, σύμπαν τε ποίημα υπερέβης, Παναγία μου.
***
Σώσον σωτηρία μου, σώσον Μήτερ, σώσον με, Αγνή, σωθήναι γαρ ποθών έδραμον προς Σε
την σώζουσαν, Δέσποινα, διηνεκώς σώσον με βοών·
Σε σωτηρίαν μου γαρ γινώσκω, Παναγία μου.
***
Τα δεινά μου πταίσματα μη εις νουν βαλών ο μιαρός τολμήσας αναιδώς ο πανευτελής
τη σκέπη Σου έδραμον, παρακαλών δος μοι του λοιπού μετανοήσαι με κατ’ αξίαν. Παναγία μου.
***
Υπέρ ψάμμον, Δέσποινα, την Σην χάριν και τους οικτιρμούς απλούσαν αφειδώς πάσι τοις πιστοίς,
ως έγνω ο δείλαιος, τετολμηκώς έδραμον προς Σε
πλην Σου βοήθειαν μη ευρίσκων, Παναγία μου.
***
Φείσαι, Μήτερ, φείσαι μου, μη βδελύξη με τον δυστυχή
εν ώρα τη φρικτή τη του χωρισμού
ψυχής εκ του σώματος, φθάσασα Συ τους οδυνηρούς δίωξον δαίμονας σώζουσά με, Παναγία μου.
***
Χείρας, όμμα, πρόσωπον, την καρδίαν, σκέψιν και φωνήν, διάνοιαν και νουν, πνεύμα και ψυχήν,
προς Σε αίρω, Δέσποινα κλίνον καμοί
Σου το ιλαρόν, δέομαι πρόσωπον·  πρόσδεξέ με, Παναγία μου.
***
Ψάλλειν Σοι εκ στόματος αναξίου, λήρου και πτωχού, ετόλμησα θαρρών εις την πρός ημάς,
Αγνή, ευσπλαγχνίαν Σου,  τον της ψυχής πόθον, αγαθή. Συ μου ενίσχυε του υμνείν σε, Παναγία μου.
***
Ω πανυπερθαύμαστε Παναγία Μήτερ του Θεού,
Παρθένε Μαριάμ δόξα Ουρανών,
ω Νύμφη ανύμφευτε, την ταπεινήν σώσον μου ψυχήν,
ίνα δοξάζω Σε, εις αιώνας Παναγία μου.

(Εκδ. Εκκλησιαστικού Ιδρύματος «Ο Ευαγγελιστής Μάρκος», Θέρμη Θεσ/νίκης)

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου